1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

65

Πῶς ὀφείλομεν νοεῖν τὴν περὶ συντελείας τοῦ Υἱοῦ ἄγνοιαν; ΑΠΟΚΡΙΣΙΣ ∆ιπλῆ τίς ἐστιν ἄγνοια· ἡ μὲν διαβαλλομένη, ἡ δὲ ἀδιάβλητος, καὶ ἡ μὲν ἐφ᾽

ἡμῖν ἐστιν, ἡ δὲ οὐκ ἐφ᾽ ἡμῖν. Καὶ ἡ μὲν διαβαλλομένη καὶ ἐφ᾽ ἡμῖν, ἡ περὶ τὴν ἀρετὴν καὶ εὐσέβειαν ἄγνοια· ἡ δὲ ἀδιάβλητος καὶ οὐκ ἐφ᾽ ἡμῖν ἐστιν ὅσα (14Α_310> θελόντων ἡμῶν γινώσκειν οὐ γινώσκομεν, οἷον, τὰ πόρρω γινόμενα, τὰ μέλλοντα γίνεσθαι. Εἰ οὖν ἐν τοῖς ἁγίοις προφήταις διεγινώσκετο τὰ πόρρω καὶ οὐκ ἐφ᾽ ἡμῖν χάριτι, πῶς οὐχὶ μᾶλλον πάντα ἐπίστατο ὁ Υἱὸς τοῦ Θεοῦ καὶ διὰ τοῦτο τὸ ἀνθρώπινον, οὐ φύσει ἀλλ᾽ ἑνώσει τῇ πρὸς τὸν Λόγον; Καθάπερ γὰρ σίδηρος πεπυρακτωμένος πάντα τὰ ἰδιώματα τοῦ πυρὸς ἔχει φωτίζει γὰρ καὶ καίει οὐ μὴν φύσει ἐστὶν πῦρ ἀλλὰ σίδηρος, οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ Κυρίου, καθ᾽ ὃ μὲν ἡνώθη τῷ Λόγῳ, πάντα ἐπίστατο καὶ τὰ θεοπρεπῆ πάντα ἐν αὐτῷ διεδείκνυτο, καθ᾽ ὃ δὲ φύσις ἀνθρωπεία ἐν αὐτῷ ἥνωτο, λέγεται ἀγνοεῖν.

ΕΡΩΤΗΣΙΣ Α,68 Τί σημαίνει τὸ μοναχικὸν σχῆμα καὶ πρὸ τούτου τίς ἡ ἀπόκαρσις τῶν τριχῶν; ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ πάντων τῶν ἐν τῷ σώματι μελῶν ἡ κεφαλὴ προτερεύει, οὕτως καὶ ἐν

τῇ ψυχῇ ὁ νοῦς κεφαλῆς τρόπον ἐπέχει· τοῦτον οὖν ἀποκείρειν δεῖ πάντων τῶν κοσμικῶν νοημάτων. Τὸ δὲ κολόβιον, ἐπειδὴ τὸ μὲν ὅλον σῶμα σκέπει, μόνας δὲ τὰς χεῖρας γυμνοῖ, σημαίνει ὡς χρὴ τὴν ἠθικὴν φιλοσοφίαν ἐνδεδύσθαι ἀφῃρημένους τὰς πρακτικὰς τῆς (14Α_312> ἁμαρτίας ἐνεργείας· αἱ γὰρ χεῖρες ὁμολογουμένως πράξεως καὶ ἐνεργείας εἰσὶν σύμβολον.

Ἡ δὲ ζώνη, ἐπειδὴ ἀπὸ νεκρῶν δερμάτων γίνεται, περισφίγγει δὲ ψύας καὶ ὀμφαλόν, σημαίνει τὴν νέκρωσιν διὰ τῆς ἐγκρατείας καὶ ὡς χρὴ ταύτην ἐπικεῖσθαι ἀεὶ ἐπὶ τῇ τῆς κακίας δυνάμει καὶ ἐνεργείᾳ· ἡ γὰρ δύναμις τῆς ἀντικειμένης τοῦ πονηροῦ δυναστείας ἐστὶν κατὰ τὸν Ἰὼβ «ἐπ᾽ ὀμφαλοῦ γαστρός», καὶ «αἱ ψύαι» κατὰ τὸν μακάριον ∆αβὶδ πληροῦνται τῶν δαιμονικῶν ἐμπαιγμάτων· «ἐμπαίγματα» δέ εἰσιν αἱ διάφοροι τῆς πορνείας ἐνέργειαι.

Ὁ δὲ ἀνάλαβος, ἐπειδὴ καὶ ἐμπρὸς καὶ ὀπίσω τὸν σταυρὸν ἔχει, σημαίνει ὅτι χρὴ κατὰ τὸν Ἀπόστολον μὴ μόνον σταυρωθῆναι ἡμᾶς τῷ κόσμῳ ἀλλὰ καὶ τὸν κόσμον ἡμῖν, ἵνα φευγόντων ἡμῶν τὸν κόσμον μηδὲν ἐμποδὼν ἔχωμεν μὴ δὲ τῇ πρὸς αὐτὸν σχέσει διὰ τῆς ἐπιφαινομένης ἀπάτης ἐγκρατηθῶμεν, μήτε δὲ πάλιν ἐκ τῶν ὄπισθεν διωκόμενοι ἐκ τοῦ κόσμου, ἐκ τῶν ἀκουσίων πειρασμῶν ὑπενδώσωμεν τοῦ τόνου τῆς εὐσεβείας ἀλλὰ ἀναίσθητοι καὶ νεκροὶ διαμείνωμεν πρός τε τὰ ἀκούσια καὶ τὰ ἑκούσια πάθη.

Τὸ δὲ κουκούλλιον δηλοῖ τὴν φρουροῦσαν καὶ σκέπουσαν τὸν νοῦν ἡμῶν χάριν τοῦ Θεοῦ. Ὁ γὰρ ἀποκειράμενος τὰ τοῦ κόσμου νοήματα τὴν περικεφαλαίαν δέχεται τοῦ σωτηρίου.

Τὰ δὲ σανδάλια τοῦτον ἔχει τὸν λόγον· ἐπειδὴ ἐκ νεκρῶν δερμάτων εἰσίν, μικρῷ δὲ μέρει τοῦ σώματος ὑπόκεινται, (14Α_314> τὸν αὐτὸν τρόπον ᾗπερ τὸ ὅλον σῶμα πρὸς τὰ ἴχνη τοῦ σανδαλίου ἔχει, οὕτω χρὴ τὴν ψυχὴν τῷ σώματι κεχρῆσθαι, καὶ τούτῳ νεκρῷ τῶν παρὰ φύσιν παθῶν.

Τὸ δὲ περιβόλαιον, ἐπειδὴ τετράγωνόν ἐστιν, ἐκ τεσσάρων δὲ στοιχείων καὶ ὁ κόσμος, σημαίνει ὅτι χρὴ περιβεβλῆσθαι ἡμᾶς τὴν φυσικὴν θεωρίαν, ὥστε μὴ πρὸς αἴσθησιν καὶ πάθη τὰ ὁρώμενα βλέπειν ἀλλὰ διὰ τοῦ ἐν αὐτοῖς λόγου πρὸς τὸν τούτων δημιουργὸν ἀνάγεσθαι. Τὸ δὲ τὴν ἀριστερὰν χεῖρα παραγυμνοῦσθαι σημαίνει ὅτι χρὴ τὰς ἀγαθὰς πράξεις ἐν ἡμῖν προφαίνεσθαι κατὰ τὸν τοῦ Σωτῆρος λόγον, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.