1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

68

Εὑρίσκομεν πανταχοῦ τὸν Θεὸν καὶ πάντας τοὺς ἁγίους κατὰ τῆς κακίας ἀγωνιζομένους καὶ ταύτῃ καταρωμένους. Ἐπειδὴ οὖν αὐτὴ πρώτως κατὰ τὴν ἕξιν ἐν τῷ ἀνθρώπῳ λαμβάνει τὴν γένεσιν, ἐκ ταύτης δὲ ἡ κατ᾽ ἐνέργειαν προέρχεται ἁμαρτία, εἰκότως ὁ Χαναὰν ὡς τὴν κατ᾽ ἐνέργειαν χαρακτηρίζων ἁμαρτίαν τῆς κατάρας τετύχηκεν. Εἰ δὲ καὶ κατὰ μόνην τὴν κίνησιν τῆς ψυχῆς τοῦτο σκοπῆσαι θέλεις, ὅπερ ἐστὶν ἐν τῷ συναμφοτέρῳ, σώματός φημι καὶ ψυχῆς, ἕξις εἰς τέλος μὴ προελθοῦσα, τοῦτο ἐνέργεια ἐν τῇ ψυχῇ.

ΕΡΩΤΗΣΙΣ Α,82 ................................... ΑΠΟΚΡΙΣΙΣ Πρόνοια τοίνυν ἐστὶν ἐκ Θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια· πρόνοιά ἐστιν

βούλησις Θεοῦ, δι᾽ ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. (14Α_328> ΕΡΩΤΗΣΙΣ Α,83 ................................... ΑΠΟΚΡΙΣΙΣ Ὤφθη τῷ Ἀβραὰμ δι᾽ ἀγγέλου, τῷ Μωυσῇ διὰ πυρὸς ἐν βάτῳ, Ἡσαΐᾳ διὰ τῶν

σεραφίμ, Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ· διαφόροις τρόποις ἑωρακέναι μεμαρτυρήκασιν οὗτοι πάντες.

ΠΑΡΑΛΛΑΓΗ Β' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ (14Α_332> ΕΡΩΤΗΣΙΣ Β,6 Τί ἐστι τὸ «ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ

αὐτό»; ΑΠΟΚΡΙΣΙΣ Κατὰ μὲν τὸν πρόχειρον νοῦν ὅτ᾽ ἂν ὁμόπιστοι ὦσιν, «ἰδοὺ τὸ καλόν»· ὅτ᾽ ἂν

δὲ σύμφωνοι καὶ τοῖς ἔργοις, «ἰδοὺ τὸ τερπνόν». «Ἀδελφοὺς δὲ ἐπὶ τὸ αὐτὸ κατοικοῦντας» νόησον τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα, ὅτ᾽ ἂν σύμφωνα ὦσι περὶ τὴν τῶν θείων γνῶσιν καὶ περὶ τὰς ἀγαθὰς πράξεις· ὅτ᾽ ἂν γὰρ εὖ πράττωσιν, «ἰδοὺ τὸ καλόν»· ὅτ᾽ ἂν δὲ καὶ ἡ γνῶσις συμφωνεῖ, «ἰδοὺ τὸ τερπνόν».

(14Α_334> ΕΡΩΤΗΣΙΣ Β,7 «Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών,

τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ». ΑΠΟΚΡΙΣΙΣ Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος·

ἐμπεριέχει γὰρ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ Ἀαρὼν ὁ κατασφάττων ἐστὶ τὰ πάθη λόγος καὶ ἱερουργῶν τὰς ἀρετὰς τῷ Θεῷ. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος, τουτέστι διαδίδοται διὰ τῆς πρακτικῆς καὶ ἐπὶ τὴν ἠθικὴν φιλοσοφίαν· ἡ γὰρ ᾤα τοῦ ἐνδύματος τὸ πέρας ἐστίν.

ΕΡΩΤΗΣΙΣ Β,8 Ὡς «δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών». ΑΠΟΚΡΙΣΙΣ Ὄρη Σιών εἰσιν οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι· ἐπὶ τούτους καταβαίνει ἡ

δρόσος τοῦ Ἀερμών. Ἀερμὼν δὲ 'θηρίων' ἑρμηνεύεται 'ἀποστροφή.' Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ἐκεῖ γεννᾶσθαι ποταμόν· σημαίνει δὲ διὰ τούτων τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους καὶ δι᾽ αὐτῆς γίνεται ἡ τῶν νοητῶν θηρίων ἀποστροφή.

(14Α_336> ΕΡΩΤΗΣΙΣ Β,9