1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

66

Τὸ δὲ μαῦρα τὰ ἐνδύματα εἶναι σημαίνει ὅτι χρὴ ἡμᾶς ἀφανεῖς εἶναι τῷ κόσμῳ, ὡς τὸ πολίτευμα ἔχοντας ἐν οὐρανῷ. Εἰ δέ τις τὸ παλλίον τετράγωνον ὂν καὶ εἰς τὰς γενικὰς τέσσαρας ἀρετὰς ἐκλάβοι, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται.

ΕΡΩΤΗΣΙΣ Α,69 ................................... ΑΠΟΚΡΙΣΙΣ [«Εἰρήνην ὁ ἱερεὺς ἀπὸ τοῦ ὕψους τῆς καθέδρας τῇ Ἐκκλησίᾳ ἐπιφθέγγεται,

τὸν Κύριον τῆς καθέδρας μιμούμενος ἀναλαμβανόμενον, εἰρήνην τὴν οἰκείαν καὶ ἀφιέντα καὶ διδόντα. Τὸ δὲ «καὶ τῷ πνεύματί σου» τῷ λαῷ ἀποκρινόμενον (14Α_316> τοῦτο δηλοῖ· εἰρήνην μὲν ἡμῖν παρέσχες, Κύριε, καὶ τὴν ἐν ἀλλήλοις ὁμόνοιαν· εἰρήνην δὲ δὸς ἡμῖν τὴν πρὸς σὲ ἀδιαίρετον ἕνωσιν, ἵνα τῷ Πνεύματί σου εἰρηνεύοντες, ὃ ἡμῖν ἐν ἀρχῇ τῆς δημιουργίας ἐνέθηκας, ἀχώριστοι τῆς σῆς ἀγάπης τυγχάνωμεν.]

ΕΡΩΤΗΣΙΣ Α,70 ................................... ΑΠΟΚΡΙΣΙΣ [Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; ὁ θεῖος ἔφη

Ἀπόστολος. Εἰ ὅλως, φησίν, τὰ σώματα ἡμῶν οὐκ ἀνίστανται, τί καὶ ἐν τῷ βαπτίζεσθαι εἰς ἀφθαρσίαν αὐτὰ μεταποιεῖσθαι πιστεύομεν;]

ΕΡΩΤΗΣΙΣ Α,71 ................................... ΑΠΟΚΡΙΣΙΣ [Εἰ τῆς γραφικῆς ζητεῖς μουσικῆς διασάφησιν, οὕτως νοητέον. «Αἰνεῖτε τὸν

Κύριον ἐν φωνῇ σάλπιγγος»· ἐν τῇ μνήμῃ τῆς ἀναστάσεως σάλπιγγι γῆ σειωμένη ὡς γέγραπται. «Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ»· τῇ γλώσσῃ ἡμῶν καὶ τῷ στόματι ὡς πλήκτρῳ τινὶ τῷ Πνεύματι κρουομένων. «Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ»· ἐν σαρκὶ καὶ ψυχῇ, ἀφ᾽ ἧς ὡς χοροὶ αἱ πρὸς Θεὸν διαβαίνουσιν δεήσεις. «Αἰνεῖτε (14Α_318> αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ»· ἐν καρδίᾳ καὶ ἐν παντὶ τῷ ἔσωθεν σπλάγχνῳ καὶ νεύροις, ἅπερ ὄργανον κέκληκεν. «Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις»· τοῖς χείλεσιν, δι᾽ ὧν τὰ ἐναρμόνια τῆς ψαλμῳδίας πλέκεται μέλη.]

ΕΡΩΤΗΣΙΣ Α,73 Ἐπειδὴ κατά τινα τῶν ἀντιγράφων τοῦ Ἀποστόλου περιέχεται ὅτι «πάντες

μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα», κατά τινα δὲ ὅτι «πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα», παρακαλῶ μαθεῖν ποίαν χρὴ τῶν ἐκδόσεων ἐγκρῖναι καὶ τί τὰ ἐκ τούτων δηλούμενα;

ΑΠΟΚΡΙΣΙΣ Οἶμαι ὅτι καθ᾽ ἑκατέραν τῶν ἐκδόσεων, ἐπειδὴ καὶ τὰ ἀρχαῖα τῶν

ἀντιγράφων τὰς δύο περιέχουσιν, εὐσεβῶς τις ἐκλαμβάνων τοῦ ἀποστολικοῦ οὐκ ἀποπεσεῖται σκοποῦ. Κατὰ μὲν τὸ πάντες μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, οὕτω χρὴ νοεῖν, ὅτι πάντες μὲν τὴν διὰ τοῦ θανάτου κοίμησιν ὑπομενοῦμεν, οὐ πάντες δὲ τὴν δόξαν καὶ τὴν παρρησίαν ἀνταλλαξόμεθα· ὅπερ ὁ αὐτὸς Ἀπόστολος ἐν ἄλλῳ σαφέστερον τίθησιν φάσκων "εἴπερ καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα". Κατὰ δὲ τὸ οὐ πάντες μὲν κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, οὕτω χρὴ ἐκδέχεσθαι, ὅτι πάντες μὲν οὐ κοιμηθησόμεθα τὴν χρονικὴν κοίμησιν, ὥστε δεηθῆναι ταφῆς καὶ λύσεως τῆς εἰς φθοράν· ἀλλὰ σύντομον τὸν θάνατον οἱ τότε εὑρισκόμενοι ὑπομενοῦσιν, (14Α_320> μὴ δεόμενοι χρονικῆς κοιμήσεως διὰ τὴν παραυτίκα γινομένην ἀνάστασιν· πάντες δὲ ἀλλαγήσονται, τουτέστιν τὴν ἀφθαρσίαν ἐνδύσονται.