1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

53

Τί σημαίνει ὁ Ἀδωνιβέζεκ ὑπὸ τοῦ Ναυὴ Ἰησοῦ «κρεμνώμενος ἐπὶ διδύμου ξύλου»;

ΑΠΟΚΡΙΣΙΣ Τὸ δίδυμον ξύλον τύπον φέρει τῆς κατὰ ψυχὴν καὶ σῶμα πρὸς τὰ αἰσθητὰ

ἐνεργείας καὶ σχέσεως. Ὅστις οὖν κατὰ τὸν Ἰησοῦν διὰ τῶν ἐντολῶν τέμνων τὴν ὁδὸν τῆς ἀρετῆς, ἀνενέργητον τὴν κακίαν ἐπί τε ψυχῆς καὶ σώματος πρός τε τὴν αἴσθησιν καὶ πρὸς τὰ παρὰ φύσιν ποιήσει, οὗτος τὸν ἄρχοντα τοῦ κόσμου τούτου ἐπὶ διδύμου ξύλου ἐκρέμασεν.

ΕΡΩΤΗΣΙΣ 175 Τί σημαίνει ἡ κατὰ τὸν Ἀχαὰβ ἱστορία ἡνίκα ὁ προφήτης εἶδεν τὰς ἀγγελικὰς

δυνάμεις ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων; ΑΠΟΚΡΙΣΙΣ Ὁ προφήτης ἐνταῦθα τὸν καθόλου τῆς προνοίας ὑφαίνει λόγον, εἰδὼς πᾶσιν

ἐμμεμίχθαι τὸν ἀρχικὸν λόγον· καὶ διὰ μὲν τῶν δεξιῶν τοὺς ὑποθετικοὺς τῶν καθηκόντων πράξεων εἰσηγεῖται λόγους, διὰ δὲ τῶν ἀριστερῶν τοὺς τῆς κρίσεως ἤτοι τῶν οὐκ ἐφ᾽ ἡμῖν. Ὅστις δὲ μήτε τῇ διδασκαλίᾳ τοῦ θείου νόμου, μήτε τῇ ἐπιφορᾷ τῶν συμβαινόντων θλίψεων πρὸς τὸ εὐθὲς ἄγεται, οὗτος παραδίδοται, καταλιμπανόμενος τῇ φιλαυτίᾳ ἤτοι τῇ ἐν αὐτῷ ἁμαρτίᾳ, ἥτις εἰς πλεῖονα κακῶν ὠθοῦσα βάθος οὐχ ἵσταται ἕως οὗ ἀποκτείνασα ἀμετανόητον τῷ ἐκεῖσε παραπέμψῃ δικαστηρίῳ.

14Α_244 ΕΡΩΤΗΣΙΣ 176 Τί σημαίνει ἡ ἐν τῷ Εὐαγγελίῳ συγκύπτουσα γυνὴ ἐπὶ ἔτη ιη' (18); ΑΠΟΚΡΙΣΙΣ Ψυχὴ τοῖς αἰσθητοῖς ἐνησχημένη διὰ τῶν ταύτης τριῶν δυνάμεων

σημαίνεται διὰ τῆς συγκυπτούσης γυναικός. Ὁ γὰρ ἓξ ἀριθμός, ἐν ᾧ ὁ αἰσθητὸς εἰς γένεσιν παρήχθη κόσμος, τρισσούμενος ἀποτελεῖ τὸν ὀκτωκαιδέκατον. Ἐὰν οὖν διὰ τῆς μετανοίας προσέλθῃ τῷ Λόγῳ καὶ Θεῷ, ὑγιὴς γίνεται, μηκέτι εἰς τὰ γήϊνα κατακύπτουσα ἀλλὰ τὰ οὐράνια περιαθροῦσα κάλλη.

ΕΡΩΤΗΣΙΣ 177 Τί σημαίνει ἡ ᾠδὴ Ἀμβακοὺμ λέγουσα "ἐξέλειπον ἀπὸ βρώσεως πρόβατα καὶ

οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτνης"; ΑΠΟΚΡΙΣΙΣ Πρόβατά εἰσιν τὰ τοῦ νοῦ νοήματα καὶ κινήματα, βόες δὲ ἡ πνευματικὴ

διδασκαλία, φάτνη ἡ κατὰ πρᾶξιν ἀπάθεια, ἧς μὴ ὑπαρχούσης ἐκλιμπάνει ἡ πνευματικὴ διδασκαλία· ταύτης δὲ ἐκλειπούσης συνεκλείπειν αὐτῇ πέφυκεν καὶ τὰ δι᾽ αὐτῆς ἐν τῷ νοῒ ἡμῶν συνιστάμενα νοήματά τε καὶ κινήματα, τῆς ψυχῆς πρὸς τὰ τοῦ βίου πράγματα διὰ τὸν τοῦ λόγου λιμὸν κατερχομένης.

Ἢ καὶ ἄλλως· ἐξέλιπον τὰ λογικὰ πρόβατα ἐκ τοῦ μὴ σιτεῖσθαι τὴν πνευματικὴν τῆς διδασκαλίας βρῶσιν, διὰ τὸ μὴ ὑπάρχειν ἐπὶ τῆς φάτνης τῆς Ἐκκλησίας τοὺς πνευματικοὺς βόας, τοὺς διδασκάλους.

ΕΡΩΤΗΣΙΣ 178 Τί σημαίνει κατ᾽ ἀναγωγὴν τὸ τοῦ Κυρίου παράγγελμα 14Α_246 "ἐάν τις

ἀγγαρεύσῃ σε μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο"; ΑΠΟΚΡΙΣΙΣ Ὁ ἀγγαρεύων ἡμᾶς ἐστιν ὁ Κύριος διὰ τῆς αὐτοῦ διδασκαλίας τὸ ἓν τῆς

ἐντολῆς αὐτοῦ μίλιον. Καλὸν οὖν ἡμᾶς ἀκούειν αὐτοῦ κελεύοντος καὶ ὑπάγειν δύο μίλια, τουτέστιν ὑπακούειν τῆς ἐντολῆς καὶ προστίθειν διὰ τῶν ἔργων τὸ ἄλλο ἓν μίλιον.