1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

43

Ἐκ τοῦ Ἰώβ· «παρὰ τὸ μὴ ἔχειν σκέπην, πέτραν περιεβάλοντο». ΑΠΟΚΡΙΣΙΣ Τὰ μὴ ἔχοντα σκέπην πρότερον, τουτέστιν πίστιν, ἦσαν τὰ 14Α_198 ἔθνη·

περιεβάλοντο δὲ πέτραν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. ΕΡΩΤΗΣΙΣ 136 Εἰ δυνατὸν φυσικὴν ἀπόδειξιν εὑρεθῆναι περὶ τῆς ἁγίας Τριάδος; ΑΠΟΚΡΙΣΙΣ Πάντα τὰ ὄντα ἐν τρισὶν τρόποις εἶναι πεπίστευται, ἐν οὐσίᾳ, ἐν διαφορᾷ, ἐν

ζωῇ· καὶ ἐκ μὲν τοῦ τῆς οὐσίας τῶν ὄντων λόγου τὸ εἶναί τινα οὐσίαν πιστούμεθα, ὅπερ ἐστὶν ὁ Πατήρ· ἐκ δὲ τῆς διαφορᾶς τῶν ὄντων τὴν σοφίαν, τουτέστιν τὸν Υἱόν σοφίας γὰρ τὸ ἀπονεῖμαι ἑκάστῃ φύσει τὴν πρόσφορον ἰδιότητα, καὶ εὐκρινῆ καὶ ἄφυρτα καὶ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ λοιπὰ διατηρεῖν ἕκαστον τῶν γεγονότων ἐκ δὲ τῆς ζωῆς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ᾽ ἐπὶ μὲν τοῦ Θεοῦ ταῦτα ἐνυπόστατα εἰσὶν καὶ λέγονται, ἐπὶ δὲ τῶν κτισμάτων συμβεβηκότα.

ΕΡΩΤΗΣΙΣ 137 Ἐκ τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου εἰς τὸ «πάντες μὲν εἰσέφερον τὸ

κηρυχθὲν αὐτοῖς, οἱ δὲ αὐτεπάγγελτοι ἦσαν καὶ τί σημαίνουσιν τὰ προσαγόμενα»; ΑΠΟΚΡΙΣΙΣ Αὐτεπάγγελτοί εἰσιν οἱ ἐκ τῶν ἐνόντων αὐτοῖς φυσικῶν σπερμάτων πρὸς τὸ

ἀγαθὸν ἐρχόμενοι, κηρυττόμενοι δὲ οἱ ἐκ διδασκαλίας εἰς τὸ ἀγαθὸν ἐρχόμενοι. Καὶ χρυσὸν μὲν προσφέρει ὁ εὐσεβῶς τὸν περὶ θεολογίας λόγον ποιούμενος, ἄργυρον 14Α_200 δὲ ὁ βίον καθαρὸν καὶ διδασκαλίαν λαμπρὰν καὶ διαφανῆ, λίθους δὲ τιμίους ὁ τὴν πρακτικὴν δυναστείαν θείοις λόγοις κοσμῶν, βύσσον δὲ κεκλωσμένην ὁ τὴν ἕξιν τῆς ἀρετῆς ἐν τοῖς ἀκουσίοις πειρασμοῖς ἀτίνακτον διαφυλάττων καὶ δι᾽ αὐτῶν ὕδατος τρόπον τοὺς ἐγγινομένους τῇ ψυχῇ ἐκ τῆς ἁμαρτίας λογισμοὺς ἀποπλύνων καὶ ἐξασπρύνων, κόκκινον δὲ νενησμένην ὁ τῇ περιουσίᾳ τοῦ λόγου τὰ ἐφ᾽ ἡμῖν ἡδονῇ καὶ πάθη ἐξαφανίζων διὰ τῆς νεκρώσεως τῶν μελῶν τοῦ σώματος, πορφύραν δὲ ὁ τὴν τῶν ὄντων γνῶσιν ἀκριβῶς καὶ ἀπταίστως ἐγκολπισάμενος· ἡ γὰρ πορφύρα κατὰ μίαν ἐπιβολὴν εἰς τὴν γνῶσιν λαμβάνεται· ἐκ πολλῶν γὰρ καὶ διαφόρων σύγκειται εἰδῶν, καθάπερ καὶ ἡ γνῶσις ἐκ πολλῶν καὶ διαφόρων θεωρημάτων. ∆έρματα δὲ ἠρυθροδανωμένα προσφέρει ὁ τῇ αἰσθήσει παντελῶς νεκρωθείς, τρίχας δὲ ὁ τὴν παντελῆ πρὸς τὰ παρόντα ἀναισθησίαν κτησάμενος.

ΕΡΩΤΗΣΙΣ 138 Τί ἐστιν τὸ τοῦ ψαλμοῦ "δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε

αὐτῷ ἐν τρόμῳ" καὶ πῶς ἐστιν ἐν ταὐτῷ δυνατὸν καὶ τρέμειν καὶ ἀγαλλιᾶσθαι καὶ πῶς πάλιν ἐν τῷ ιη' (18) λέγει "ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος", ὁ δὲ Ἰωάννης φησὶν "ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον" καὶ εἰ ἔξω βάλλεται πῶς διαμένει;

ΑΠΟΚΡΙΣΙΣ ∆ιττὸς ὁ φόβος· ὁ μὲν ἐπὶ ἐγκλήμασιν, ὁ δὲ κατ᾽ ἀξίαν τοῦ ἀγαπωμένου· ἡ οὖν

ἀγάπη τὸν ἐπὶ ἐγκλήμασιν φόβον ἀποτίθεται, τὸν δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀγαπωμένου συντηρεῖ. Ἀγαλλίασις 14Α_202 δέ ἐστιν ἡ ἐπὶ κτήσει τινῶν ἐπίχαρτος διάθεσις, εὐφροσύνη δὲ ἡ ἐπὶ τῶν κτηθέντων ἀπόλαυσις.

ΕΡΩΤΗΣΙΣ 139 Τί σημαίνουσιν αἱ τῷ Φαραὼ καθ᾽ ὕπνον δειχθεῖσαι βόες καὶ οἱ στάχυες; ΑΠΟΚΡΙΣΙΣ Ἐνταῦθα ὁ Φαραὼ ἐπὶ τῆς φύσεως λαμβάνεται· οἱ δὲ βόες οἱ καλοὶ τὴν

πρᾶξιν δηλοῦσιν, οἱ δὲ στάχυες τὴν γνῶσιν· ἐν γὰρ τῷ ἑβδοματικῷ τούτῳ χρόνῳ