1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

9

τόξον. Ταύτην ἔθετο ἐν τῇ νεφέλῃ, τουτέστιν ἐν τῷ κόσμῳ· νεφέλη δὲ ὁ κόσμος διὰ τὴν ὀργὴν τοῦ Θεοῦ ἤτοι τὸ ἐπιτίμιον τοῦ θανάτου· ποτὲ μὲν γὰρ ἐπὶ καλοῦ λαμβάνεται ἡ νεφέλη ὡς ἠπίως ἀρδεύουσα καὶ ὡς ἀπὸ καύσωνος σκιάζουσα, ποτὲ δὲ καὶ ἐπὶ ὀργῆς ὡς διὰ τὸ ῥαγδαῖον καὶ σφοδρὸν καταστρέφειν καὶ χαλαζοῦν. Κατὰ τοῦτο οὖν ἐν τῇ νεφέλῃ τίθεσθαι τὸ τόξον λέγει, τουτέστιν ἐν τῷ τῆς ὀργῆς κόσμῳ τὴν σάρκωσιν τοῦ Κυρίου, εἰς τὸ μηκέτι ἐκ τῶν τῆς κακίας ὑδάτων κατακλυσθῆναι τὸ ἀνθρώπινον γένος, τόξον δὲ διὰ τοῦτο, ἵνα γινώσκωμεν ὅτι ἡ πρὸς ἡμᾶς τοῦ Κυρίου καταλλαγὴ πόλεμός ἐστιν τῶν ἡμετέρων ἐχθρῶν καὶ πολεμίων, ἢ καὶ ὁ τοῦ Κυρίου πρὸς τὸν ἐχθρὸν πόλεμος ἡμῖν γέγονεν καταλλαγή.

ΕΡΩΤΗΣΙΣ 23 Τίνος ἕνεκεν ἀπαγορεύει ὁ νόμος ἐσθίειν πᾶν αἷμα θηρίων καὶ τῶν λοιπῶν; ΑΠΟΚΡΙΣΙΣ Θηρία οὐ μόνον τὰ ἀτίθασα λέγει, ἀλλὰ καὶ τὰ ἥμερα τὰ 14Α_044 παρὰ

τῷ νόμῳ ἀκάθαρτα, οἷον, ὄνον καὶ χοῖρον καὶ τὰ τοιαῦτα· εἰσὶν δὲ ταῦτα πάθη κακίας σφοδρότερα καὶ ἀνήμερα. Οὐ χρὴ οὖν πρὸς σύστασιν τῆς ἡμῶν κακίας τούτοις κεχρῆσθαι. Ἐπειδὴ δὲ τὸ αἷμα λαμβάνεται εἰς τὴν σύστασιν τῆς ζωῆς, πολλάκις δὲ καὶ εἰς τὸν θυμὸν διὰ τὸν φόνον, ὑποβάλλει νοεῖν ὅτι δεῖ τὴν πᾶσαν ἡμῶν ζωὴν ἔμπροσθεν τοῦ Θεοῦ τιθέναι καὶ μὴ ἑαυτοῖς ζῆν ἀλλὰ τῷ Θεῷ, καθά φησιν ὁ νόμος ὅτι "ἐκχέεις τὸ αἷμα ἔμπροσθεν τοῦ θυσιαστηρίου", ἢ καὶ τὸ θυμικὸν μὴ πρὸς ἰδίαν ἄμυναν ἢ πρὸς ἴδιον πάθος ἔχειν ὑπουργοῦντα ἀλλ᾽ ἢ μόνον πρὸς τὸ ἀνδρείως καὶ εὐτόνως τοῦ Θεοῦ καὶ τῶν θείων ἀντέχεσθαι.

ΕΡΩΤΗΣΙΣ 24 Τί ἐστιν κατὰ τὸν νόμον ὁ ταῦρος ὁ κερατιστὴς καὶ δια τί ἄλογον ὢν φονεύεται; ΑΠΟΚΡΙΣΙΣ

Ταῦρος κερατιστής ἐστιν ὁ παρὰ λόγον ζῆλον ὡς δῆθεν κατὰ Θεὸν κεκτημένος καὶ τούτῳ κεχρημένος πρὸς ἑτέρων ἄμυναν. Χρὴ οὖν τὸ τοιοῦτον πάθος ἀποκτέννειν, ἵνα μὴ πολλοὺς πλῆξαν φονεύσῃ καὶ συνκινδυνεῦσαι παρασκευάσῃ τὸν ἴδιον δεσπότην, τουτέστιν τὴν ψυχήν.

ΕΡΩΤΗΣΙΣ 25 Τίς ὁ τοῦ Ἰωσὴφ ποικίλος χιτὼν καὶ τί σημαίνει ἡ κατὰ τὸ ἐνύπνιον ἔκβασις τῆς

τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν προσκυνήσεως; 14Α_046 ΑΠΟΚΡΙΣΙΣ Πᾶς Ἰσραήλ, τουτέστιν 'νοῦς ὁρῶν Θεόν,' ποιεῖ τῷ ἰδίῳ υἱῷ τῷ Ἰωσήφ,

τουτέστιν τῷ κατὰ Θεὸν γεννωμένῳ, χιτῶνα ποικίλον, τουτέστιν τὸν ἠθικὸν τρόπον ἐνδέει μετὰ τῆς ποικίλης τῶν ἀρετῶν διαφορᾶς. Τῷ τοιούτῳ οὖν Ἰωσὴφ ἑρμηνεύεται δὲ 'πρόσθεσις' προσκυνοῦσιν ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί· παντὶ γὰρ προστιθέντι καὶ αὔξοντι τὰ τῆς ἀρετῆς καὶ γνώσεως μέτρα προσκυνοῦσιν ὁ φυσικὸς νόμος καὶ ἡ τιθηνοῦσα αἴσθησις, ὑποκύπτοντες μετὰ τῶν κατ᾽ αὐτοὺς λόγων φυσικῶν καὶ αἰσθητικῶν. Ἀλλ᾽ ἐπειδὴ καὶ εἰς τὸν Κύριον λαμβάνεται ὁ Ἰωσήφ, ποιεῖν εἰκότως λέγεται ὁ Θεὸς καὶ πατὴρ τῷ ἰδίῳ καὶ κατὰ φύσιν Υἱῷ χιτῶνα ποικίλον, ὅπερ δι᾽ ἡμᾶς ἐξ ἡμῶν ἀνέλαβεν σῶμα ταῖς θείαις ἀρεταῖς πεποικιλμένον, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον "σῶμα δὲ κατηρτίσω μοι", ὅπερ οἱ κατὰ σάρκα ἀδελφοὶ Ἰουδαῖοι ἐκδύσαντες τῷ αἵματι τοῦ πάθους ἐμόλυναν. Προσεκύνησαν δὲ αὐτῷ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ δώδεκα ἀδελφοί, τουτέστιν ὁ νόμος καὶ λατρεία καὶ οἱ ἐκ τῶν δώδεκα φυλῶν πιστεύσαντες.

ΕΡΩΤΗΣΙΣ 26 Τί σημαίνει ὁ στῦλος τῆς νεφέλης ὁδηγῶν τὴν ἡμέραν καὶ ὁ στῦλος τοῦ πυρὸς

φωτίζων τὴν νύκτα;