1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

35

αἰτία τῶν ὅλων· ὅπερ ἐστὶν μονάδος κινηθείσης. ∆υάδος δὲ ὑπερβαθείσης λέλεκται ὅτι συνθέσεως ἔξω καθορᾶται ἡ θεία φύσις. Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον εἴρηται ὅτι αὐτὸ τὸ ὂν οὐκ ἔξω σοφίας καὶ ζωῆς ἐστιν· ὅπερ νοήσαντες ὡρίσαμεν σοφίαν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ζωὴν τὸ Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ καὶ ἡ ψυχὴ ἡμῶν, κατ᾽ εἰκόνα Θεοῦ κτισθεῖσα, ἐν τοῖς τρισὶ τούτοις καθορᾶται, ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι.

14Α_162 ΕΡΩΤΗΣΙΣ 106 Τί σημαίνει τὸ ἐν τῷ Ἔσδρᾳ λεγόμενον "φοβέρισον αὐτοὺς ἐν νόμῳ Κυρίου"; ΑΠΟΚΡΙΣΙΣ Τὸ φοβέρισον εἴρηται ἀντὶ τοῦ "κατάπληξον αὐτούς", οὐκ ἐκ τῶν

ἐπηγγελμένων ἀγαθῶν, ἀλλ᾽ ἐκ τῶν ἠπειλημένων φοβερῶν· δουλικὸν γὰρ τοῦτο καὶ Ἰουδαίοις ἁρμόδιον.

ΕΡΩΤΗΣΙΣ 107 Ἐκ τῶν 'Ἠθικῶν' τοῦ ἁγίου Βασιλείου εἰς τὸν πρῶτον ψαλμόν· «ἵνα ὥσπερ

ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ πάντες ἄνθρωποι, ἕκαστος τὸ ἴαμα τοῦ οἰκείου πάθους ἐκλεγώμεθα· 'ἴαμα', γάρ φησιν, 'καταπαύσῃ ἁμαρτίας μεγάλας'». Τίνος χάριν ὁ διδάσκαλος ἐνταῦθα οὐ τῇ Γραφῇ ἠκολούθησεν; ἐκείνη γὰρ τὸ ἴαμα τὸ ἐᾶσαι τὸν ἐπεισελθόντα πονηρὸν λογισμὸν καὶ μὴ παραδέξασθαι ἐξέδωκεν, αὐτὸς δὲ ἐπὶ τῆς ἰάσεως τὴν λέξιν ἐξέδωκεν.

ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ πᾶσα ἀρχὴ καὶ τέλος ἔχει, καὶ πᾶσα ῥῆσις ἀνθυπακουόμενον, καὶ

πᾶσα ἐνέργεια ἀποτέλεσμα, πολλάκις οἱ ἀκριβέστεροι τῶν διδασκάλων ἐκ τῶν ἀποτελεσμάτων τὴν ἀρχὴν τοῦ ἰδίου λόγου ποιοῦνται, καθάπερ καὶ ἐνταῦθα ὁ διδάσκαλος ἐχρήσατο· καὶ γὰρ τέλος τοῦ ἐᾶσαι καὶ μὴ παραδέξασθαι τὸ κακὸν ἴασίς ἐστιν καὶ ὑγεία.

ΕΡΩΤΗΣΙΣ 108 Ἐκ τοῦ αὐτοῦ· «ἄλλα μὲν οὖν προφῆται παιδεύουσιν 14Α_164 καὶ ἄλλα

ἱστορικοί, καὶ ὁ νόμος ἕτερα, καὶ ἄλλο τὸ εἶδος τῆς παροιμιακῆς παραινέσεως». ΑΠΟΚΡΙΣΙΣ Προφῆται μὲν παιδεύουσιν τὰ προγνωστικά, ἱστορικοὶ δὲ τὴν τῶν καλῶν

ἀνάμνησιν καὶ παράθεσιν, ὁ δὲ νόμος τὴν τοῦ καλοῦ καὶ κακοῦ εἴδησιν· τὸ δὲ εἶδος τῆς παροιμιακῆς παραινέσεως συμβουλὴν γνώμης παρέχεται, τουτέστιν τοὺς τρόπους τῶν πρακτέων ὑποτίθεται.

ΕΡΩΤΗΣΙΣ 109 Ἐκ τοῦ αὐτοῦ· «καὶ πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπὸ θυμοῦ, ἐπειδὰν

ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι, ἀπῆλθεν εὐθὺς τὸ ἀγριαῖνον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμήσας».

ΑΠΟΚΡΙΣΙΣ Οὐ περὶ τοῦ ἁπλῶς ψάλλοντος ἀλλὰ περὶ τοῦ εἰδότος ψάλλειν εἶπεν ὁ

διδάσκαλος· οὕτω γὰρ καὶ Ἐλισσαῖος παρὰ τῶν βασιλέων ἐπεζήτησεν νεανίσκον εἰδότα ψάλλειν, τουτέστιν νοοῦντα καὶ δυνάμενον διὰ τῆς τοῦ ῥητοῦ μεσιτείας τὴν ἐγκειμένην διάνοιαν πρὸς τὴν ψυχὴν διαβιβάσαι καὶ ἐντυπῶσαι. Ὁ τοιοῦτος γὰρ οὐ μόνον κατακοιμῆσαι δύναται τὸν θυμὸν ἀλλὰ καὶ ἐκδιῶξαι δαίμονας, τουτέστιν οὐ μόνον τὰ πάθη τῆς σαρκὸς σβέσαι ἀλλὰ καὶ τοὺς διεγείροντας ταῦτα δαίμονας ἀποδιῶξαι, κατὰ τὸν μέγαν ∆αβὶδ τὸ πονηρὸν πνεῦμα τοῦ Σαοὺλ ἐκδιώκοντα.

ΕΡΩΤΗΣΙΣ 110 Τοῦ αὐτοῦ· «ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν». 14Α_166 ΑΠΟΚΡΙΣΙΣ