1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

18

Τὸ «περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ» καλῶς ὁ τῆς θεολογίας ἐπώνυμος ἑρμήνευσε Γρηγόριος, φάσκων "μήποτε ὡς τὸ ἐπιθυμητικὸν τοῦ θεωρητικοῦ περισφίγγοντος". Τὸ δὲ «ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης» ἐστὶν ἐπειδὴ ἡ δικαιοσύνη ἕξις ἀπονεμητικὴ τοῦ ἴσου ἐστίν, δεῖ δὲ τὰς ἐν ἡμῖν τῆς ψυχῆς τρεῖς δυνάμεις ἰσοστατεῖν καὶ διὰ τούτων τὰς τέσσαρας γενικὰς ἀρετὰς ἰσοκρατῶς συνίστασθαι τοῦτο γὰρ δικαιοσύνη καὶ διὰ μὲν τῆς φρονήσεως τὸ λογικὸν κινούμενον πρὸς τὴν τῶν ὄντων ἐπίσκεψιν δίκην ἁλυσιδωτοῦ θώρακος λόγον ἀποδεσμεῖ λόγῳ· ὡσαύτως καὶ σωφροσύνης καὶ τῶν λοιπῶν τοὺς διαφόρους λόγους ἐν τῷ ἑνὶ συνάπτοντα χρὴ κατασφαλίζειν ἑαυτὸν πρὸς τὸ μὴ τιτρώσκεσθαι ὑπὸ τῶν πεμπομένων ὑπὸ τοῦ ἐχθροῦ βελῶν. Θυρεὸν δὲ πίστεως δεῖ νοεῖν τὴν ἐν τῷ σώματι περιφερομένην τοῦ Ἰησοῦ νέκρωσιν· ἐκ ξύλου γὰρ καὶ βύρσης κατεσκευασμένος ὁ θυρεὸς τὸ τοῦ σταυροῦ μυστήριον ἡμῖν ὑπαινίσσεται καὶ τὴν ἐν τῷ σώματι νέκρωσιν· τοῖς γὰρ κεκτημένοις ταῦτα θυρεὸς πίστεως γίνονται.

Τὸ δὲ «ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης» οὕτως χρὴ νοεῖν· ἐπειδὴ «Εὐαγγέλιον εἰρήνης» τὸ χάρισμα τῆς ἀπαθείας εἶναι ὑπενοήσαμεν, τῷ οὖν μήπω εἰς αὐτὸ καταντήσαντι ὁ Ἀπόστολος παρακελεύεται πρὸς ἑτοιμασίαν τοῦ τοιούτου χαρίσματος τὰς βάσεις τῆς ψυχῆς τῇ νεκρότητι τοῦ σώματος ὑποδεδέσθαι· οὕτως γὰρ ὑπὸ τῆς ἀκάνθης τῶν παθῶν ἄπληκτος διαμένει καὶ ὑπὸ τῶν ὄφεων καὶ σκορπίων, τῶν πονηρῶν φημι λογισμῶν, ἄτρωτος. «Περικεφαλαία» 14Α_086 δὲ «σωτηρίου» ἐστὶν ἡ ἐλπίς· ἐπειδὴ γὰρ ἡ αἰσθητὴ περικεφαλαία ἐστὶν ἡ κάσσις, ἐκ χαλκοῦ ἔχουσα τὴν κατασκευήν, ὁ δὲ χαλκὸς στιβαρὸς καὶ στίλβων καὶ μὴ δεχόμενος μείωσίν ἐστιν, ἡ δὲ κεφαλὴ τὴν πίστιν δηλοῖ, δεῖ νοεῖν ὅτι ἡ κατασφαλιζομένη τὴν πίστιν ἐστὶν ἡ ἐλπίς· αὕτη γὰρ στερρὰ καὶ ἀμείωτος οὖσα, οὐκ ἐᾷ τὴν πίστιν παραβλέπεσθαι. Πάντα γὰρ ἐλπίζει καὶ οὐκ ἐξίσταται τῆς περὶ Θεὸν πεποιθήσεως, ἀλλ᾽ εἰ καὶ δοξάζει κατὰ τὸν Ἰὼβ τοῖς πολλοῖς ἰοῦ δίκην ἐξουδενοῦσθαι, ἀλλ᾽ ἔνδον ὁ τοιοῦτος στίλβων ἐστὶν καὶ φαιδρός, τῇ ἐλπίδι γαννύμενος.

Ἡ δὲ «μάχαιρα τοῦ Πνεύματός» ἐστιν ἡ διάκρισις «ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος»· ταύτην δὲ μετὰ χεῖρας ἔχειν ἀεὶ ὁ Ἀπόστολος παραγγέλλει, τουτέστιν διὰ τῆς πράξεως ἀεὶ ταύτην ἐνεργὸν ἔχοντας μεταχειρίζεσθαι· ὡς γὰρ ἡ ἐκ σιδήρου μάχαιρα ἀεὶ χειριζομένη φοβερὰ τοῖς ὑπεναντίοις ἐστίν, εἰ δὲ ἀποτεθῇ καὶ ἀργήσει, τῷ ἰῷ δαπανᾶται, οὕτως καὶ ἡ διάκρισις εἰ μὴ συνῆπται τῇ πράξει, ἀνόνητός ἐστιν καὶ ἄχρηστος καὶ ὑπὸ τῆς κακίας δαπανᾶται.

ΕΡΩΤΗΣΙΣ 49 Τί σημαίνει ∆ωὴκ ὁ Σύρος ὁ φονεύσας τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς; ΑΠΟΚΡΙΣΙΣ

∆ωὴκ ὁ Σύρος ὁ 'ὑπερήφανός' ἐστιν 'λογισμὸς' ἢ 'τὸ τῶν παθῶν σάλος' κατὰ τὴν τοῦ ὀνόματος ἑρμηνείαν. Καὶ εἰκότως τὰς ἡμιόνους βόσκει ὁ τοιοῦτος Σαούλ, τὴν ἄγονον τῆς ἀρετῆς ἕξιν. Καὶ ἀντίκειται τῷ ∆αυΐδ, τῷ λογισμῷ τῆς ταπεινώσεώς 14Α_088 φημι· ∆αβὶδ γὰρ κατὰ μίαν τοῦ ὀνόματος αὐτοῦ ἑρμηνείαν 'ἐξουδενωμένος' ἑρμηνεύεται. Οὗτος φονεύει τοὺς ἱερεῖς Νόμβα, τουτέστιν τοὺς ἐνκαθημένους τῇ ἀρετῇ θείους καὶ ἱλαστικοὺς λογισμούς Νόμβα γὰρ 'ἐγκαθισμὸς' ἑρμηνεύεται , τριακοσίους δὲ πεντήκοντα ἐπειδὴ διὰ τῶν αἰσθήσεων προσβάλλοντες τῇ κτίσει τοῦ Θεοῦ τῇ ἐν ἓξ ἡμέραις γεγενημένῃ, τὸν ταύτης δημιουργὸν ὑπερθαυμάζοντες δοξάζομεν διὰ τῆς τῶν λογισμῶν ἐπιστημονικῆς γνώσεως· ἑξάκις δὲ πεντήκοντα ποιεῖ τὸν τριακόσια ἀριθμόν· πάλιν δὲ τὰς δέκα ἐντολὰς τοῦ νόμου διὰ τῶν αἰσθήσεων ἐκπληροῦντες ἀποτελοῦμεν τὸν πεντήκοντα. Τοὺς λογισμοὺς