1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

42

συμπάθεια καὶ χαρᾶς περιουσία, θεοειδοῦς τελειότητος ἔνδον ἀποκειμένης καὶ πρὸς τὰ ἐκτὸς προνοητικῶς διαδιδομένης.

ΕΡΩΤΗΣΙΣ 130 Εἰ προηγεῖται ἡ θεωρία τῆς πράξεως; ΑΠΟΚΡΙΣΙΣ ∆ιττὸς ὁ τῆς θεωρίας τρόπος· α. μὲν ὁ ὁρίζων τοῖς πρακτοῖς τὰ δέοντα, ὅστις

καὶ προηγεῖται τῶν πρακτῶν· β. δὲ ἕτερος ὁ τὰ πραττόμενα διανοούμενος, ὅστις καὶ μετεπινοεῖται τῆς πράξεως.

14Α_194 ΕΡΩΤΗΣΙΣ 131 Ἐκ τοῦ Ἡσαΐου· «ἀμπελῶνα ἐφύτευσα καὶ φραγμὸν αὐτῷ περιέθηκα» καὶ τὰ

λοιπά. ΑΠΟΚΡΙΣΙΣ Ἡ τοῦ ἀμπελῶνος φύτευσις τὴν δημιουργίαν σημαίνει, ὁ δὲ φραγμὸς τὸν

φυσικὸν νόμον, ἡ δὲ χαράκωσις τὸν γραπτόν· οἷς τὴν φύσιν ὁ δημιουργὸς κατησφαλίσατο. Ὅστις οὖν τὴν κατὰ φύσιν σπορὰν τοῦ ἀγαθοῦ γεωργήσει κατὰ προαίρεσιν γνησίως, ἐκεῖνος καρπὸν τῷ φυτευτῇ ἐποίησεν· ὅστις δὲ πρὸς τὸ μὴ ὂν παραλόγως φέρεται, ἐκεῖνος ἀκάνθας ποιεῖ, τουτέστιν τὰ πάθη, καὶ καταπατεῖται ὑπὸ τῶν ταῦτα ἐνεργούντων δαιμόνων.

ΕΡΩΤΗΣΙΣ 132 Ἐκ τῶν Ἀισμάτων· «δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου, ἀπὸ

μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων». ΑΠΟΚΡΙΣΙΣ Ὁ Θεὸς Λόγος πρὸς τὴν νυμφευομένην αὐτῷ δι᾽ ἀγαθῶν ἔργων λέγει ψυχὴν

ἢ καὶ πρὸς τὴν φύσιν ἅπασαν τῆς ἀνθρωπότητος ἐξελθεῖν ἀπὸ τῆς εἰδωλολατρείας τοῦτο γὰρ σημαίνει ὁ Λίβανος καὶ τῆς κακοεξίας ὁπερ αἱ μάνδραι τῶν λεόντων σημαίνουσιν· ὁ γὰρ λέων ἀεὶ κατὰ τῶν ὤμων ἐπέρχεται, τουτέστιν τῆς πρακτικῆς καὶ ἀπὸ ὀρέων παρδάλεων, τουτέστιν ἀπὸ τῆς ἀγνοίας· τὸ γὰρ ζῷον τοῦτο φυσικῶς κατὰ τῶν ὀφθαλμῶν τὴν ὁρμὴν ποιεῖται, οἱ δὲ ὀφθαλμοὶ προδήλως εἰς τὴν γνῶσιν λαμβάνονται.

ΕΡΩΤΗΣΙΣ 133 Ἐκ τοῦ Ἡσαΐου· «ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς κριθήσομαι μεθ᾽ ὑμῶν». 14Α_196 ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ τὴν ζωὴν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τὸν περίγειον τοῦτον τόπον

προνοητικῶς εἰσιν πεπιστευμένοι ἄγγελοι, διακονοῦντες ἡμῖν τοὺς θείους λόγους, ὁμοίως δὲ καὶ οἱ προφῆται διεκόμισαν ἡμῖν διὰ τῶν ἰδίων λόγων τοὺς τρόπους τῆς σωτηρίας, ἐπὶ τούτων οὖν λέγει κριθήσεσθαι μεθ᾽ ἡμῶν, ὄρη λέγων τοὺς ἀγγέλους, βουνοὺς δὲ τοὺς πατριάρχας καὶ προφήτας.

ΕΡΩΤΗΣΙΣ 134 Τί σημαίνει τὸ τοῦ ψαλμοῦ "ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν

ἁμαρτωλῶν ἀφανιεῖ"; ΑΠΟΚΡΙΣΙΣ Χήρα ἐστὶν ψυχὴ τὸν φυσικὸν νόμον θνήξασα, ὀρφανὸς δέ ἐστιν ὁ

ὑπόκλοπος τρόπος, ὁ χάριν φιλενδειξίας καὶ λημμάτων ἁδροτέρων ἐπιτηδευόμενος, πατέρα μὴ ἔχων τὸν Θεόν. ∆ιὰ οὖν τῆς ὑποθετικῆς συμβουλῆς ὁ Κύριος τὸν μὲν φυσικὸν νόμον ζωοποιῶν, τὸν δὲ ὑπόκλοπον τρόπον διορθούμενος, ὥστε δι᾽ αὐτὸ τὸ ἀγαθὸν καὶ μὴ διὰ φθειρομένην δόξαν γενέσθαι, ἀναλαμβάνει, ἐξαφανίζων τὰς ὁδοὺς τῶν ἁμαρτωλῶν, τουτέστιν τὴν προτέραν ἀγωγὴν ἐν ᾗ περιεπάτει.

ΕΡΩΤΗΣΙΣ 135