1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

17

παθῶν ἐκτήξας, βρῶσιν ἑαυτῷ τε καὶ τοῖς ἀποστόλοις πεποίηται. Πεινᾷ γὰρ ἀεὶ ὁ Λόγος τὴν ἡμῶν σωτηρίαν μετὰ τῶν ἑπομένων αὐτῷ· ὅθεν κατὰ μίμησιν αὐτοῦ καὶ θανεῖν ὑπὲρ τῆς ἡμῶν εἵλαντο σωτηρίας.

14Α_080 ΕΡΩΤΗΣΙΣ 46 Τί σημαίνει ὁ ἐν τῷ Εὐαγγελίῳ Ζακχαῖος ὁ τελώνης καὶ τί τὰ κατ᾽ αὐτόν; ΑΠΟΚΡΙΣΙΣ Ζακχαῖος ὁ τελώνης ἐστὶν ὁ τὴν τοῦ Θεοῦ κτίσιν τελωνῶν εἰς ἰδίαν

ἀπόλαυσιν. Ἀκούει δὲ τοῦ Λόγου παριόντος καὶ ἀνέρχεται ἐπὶ συκομορέαν ὅτ᾽ ἂν ὁ λόγος τῆς μετανοίας ἐν αὐτῷ γένηται· πείθει γὰρ αὐτὸν ἐπάνω τοῦ φρονήματος τῆς σαρκὸς γενέσθαι· τοῦτο γὰρ ἡ συκομορέα· ἐκεῖθεν γὰρ εὐμαρῶς τὸν Λόγον θεάσηται καὶ ἀκούσῃ αὐτοῦ ὅτι "σπεύσας κατάβηθι", τουτέστιν "εἰ ὅλον με δέξασθαι ποθεῖς ἐν τῷ οἴκῳ σου, μὴ μόνον τὸ ἐπάνω τοῦ σαρκικοῦ φρονήματος γενέσθαι ἀρκεῖν οἰηθῇς, ἀλλὰ καὶ διὰ τῶν ἀρετῶν μετ᾽ ἐμοῦ ποίησον τὴν πορείαν". Τὸ δὲ ἀποδίδωμι τετραπλοῦν τοῦτον δηλοῖ ἢ διὰ τῶν τεσσάρων γενικῶν ἀρετῶν ἑκάστῃ κεχρημένος πρὸς κατόρθωσιν τῶν ἀγαθῶν ἔργων ἢ καὶ τὴν ἐνέργειαν καὶ τὴν συγκατάθεσιν καὶ τὰς προλήψεις τῶν μνημῶν καὶ τὰς ψιλὰς φαντασίας ἀποσκευάζων ἑαυτοῦ, τὴν μὲν γὰρ ἐνέργειαν διὰ τῆς ἐγκρατείας, τὴν δὲ συγκατάθεσιν διὰ τῆς προσοχῆς καὶ τῆς τῶν λογισμῶν παραφυλακῆς, τὰς δὲ προλήψεις διὰ τῆς ἐμμελοῦς ἀναγνώσεως, τὰς δὲ φαντασίας διὰ τῆς ἐκτενοῦς προσευχῆς. Ἢ τὴν πρακτικὴν λέγει καὶ φυσικὴν καὶ θεολογικὴν καὶ εὐκτικήν· ἡ γὰρ εὐκτικὴ τῆς θεολογίας ἐστὶν ὑψηλοτέρα· ἡ μὲν γὰρ ἐκ τῶν γεγονότων τὸ θεῖον θεολογεῖ, ἡ δὲ αὐτῷ συνάπτει ἀγνώστως καὶ ἀπορρήτως τὴν ψυχὴν τῷ Θεῷ.

ΕΡΩΤΗΣΙΣ 47 Τί σημαίνει τὸ ἐν τῇ ᾠδῇ Μωσέως γεγραμμένον "ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ

ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας" καὶ τίς ὁ οἶνος ὃν οὐ 14Α_082 δεῖ πίνειν τὸν Ναζιραῖον καὶ τί τὸ ὄξος καὶ τὰ σίκερα καὶ σταφυλὴ καὶ στέμφυλα;

ΑΠΟΚΡΙΣΙΣ Ἄμπελος Σοδόμων ἐστὶν ἡ ἀλογία· Σόδομα γὰρ ἑρμηνεύεται 'ἐνέωσις' ἤγουν

'τύφλωσις,' Γόμορρα δὲ 'παραπικρασμός·' ἀπὸ γὰρ τῆς ἀλογίας ὁ τῆς ἁμαρτίας παραπικρασμὸς καὶ ἡ ἐκστατικὴ τῆς κακίας μέθη τοῦ οἴνου. Ἔνθεν τὸν Ναζιραῖον ἀπέχεσθαι τοῦ τοιούτου οἴνου ὁ λόγος παρεγγυᾷ· Ναζιραῖος δὲ ἑρμηνεύεται 'περιπεφραγμένος·' τὸν γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατησφαλισμένον δέον ἀπέχεσθαι τοῦ τοιούτου τῆς ἀλογίας οἴνου, ἀλλὰ καὶ σταφυλῆς, τουτέστιν τοῦ θυμοῦ, καὶ σταφίδος τῆς μνησικακίας αὕτη γάρ ἐστιν θυμοῦ παλαίωσις ἀλλὰ καὶ ὄξους, τῆς ἐπὶ ἀστοχίᾳ τῶν καθ᾽ ἡδονὴν λύπης, καὶ τοῦ σίκερα, τοῦ ἐπὶ τῇ ἀμύνῃ τῶν πέλας ἥδοντος γλυκέα γὰρ πάντα τὰ σίκερα ἀλλ᾽ οὐδὲ τὰ στέμφυλα, τὰ ἐπινοητικὰ καὶ συστατικὰ εἴδη τῆς κακίας. Ἀλλ᾽ οὐδὲ τὴν τρίχα ὁ τοιοῦτος κείρεται, τουτέστιν τοὺς διαφόρους τοῦ νοῦ συστατικοὺς καὶ κόσμον αὐτῷ παρέχοντας λογισμούς. ∆ιὰ τοῦτο Σαμψών ἑρμηνεύεται δὲ ψιλούμενος 'εἰκάζων εἰκασίαν,' δασυνόμενος δὲ 'ἥλιος αὐτῶν' ἡνίκα ἐπὶ τὸν μηρὸν τῆς ∆αλιδᾶς ἀνεπάη, τουτέστιν ἐπὶ τὸ παθητικὸν τῆς ἡδονῆς μέρος ἔρριψεν, ἀφῃρέθη τὰς τρίχας, τοὺς λογισμοὺς δηλαδή, τουτέστιν ἰσχὺν αὐτοῦ διδόντας κατὰ τῶν παθῶν καὶ γέγονεν παίγνιον δαιμόνων, τυφλωθεὶς τοὺς δύο ὀφθαλμούς, πρακτικῆς φημι καὶ θεωρητικῆς γνώσεως.

ΕΡΩΤΗΣΙΣ 48 Τί ἐστιν κατὰ τὸν Ἀπόστολον "περιζωσάμενοι τὴν 14Α_084 ὀσφὺν ὑμῶν

ἐν ἀληθείᾳ" καὶ τὰ λοιπὰ ὅπλα τῆς πνευματικῆς παρατάξεως; ΑΠΟΚΡΙΣΙΣ