1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

7

εὐχαριστεῖν· ἔχειν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐν μὲν νυκτὶ πυροειδεῖς, ἐν δὲ ἡμέρᾳ φωτοειδεῖς, τουτέστιν τὴν θεωρητικὴν δύναμιν ἐν μὲν τῇ ἡμέρᾳ τῶν ἀρετῶν τὰς ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης ἀκτίνας τῆς γνώσεως ὑποδεχομένην, ἐν δὲ τῇ νυκτὶ τῶν ὑπὲρ ἀρετῆς ἐπαγομένων ἀλλεπαλλήλων πειρασμῶν τοὺς λόγους καταλαμβάνουσαν τῶν ἐγκαταλείψεων· ἔχειν δὲ καὶ τὸν δεξιὸν ῥῖνα εὐώδη· δεξιὸν μέρος τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, ἐπειδὴ διπλοῖ ἐσμεν ἐκ ψυχῆς καὶ σώματος· ὁ οὖν διὰ τὰς τῆς ψυχῆς ἀρετὰς τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐπισπασάμενος γίνεται τοῖς ἄλλοις εὐώδης. Τὸ δὲ αἷμα τοῦ τοιούτου ἀναιρετικόν ἐστιν τῶν ἡμέρων ζῴων, τουτέστιν ὁ κατὰ παρατροπὴν θυμὸς ἀναιρετικός ἐστιν τοῖς μιμουμένοις αὐτὸν ἀνθρώποις, τροφὴ δὲ τοῖς ὑλακτοῦσιν καθ᾽ ἡμῶν δαίμοσιν.

Ἡ δὲ αἲξ φύσιν ἔχει τοιαύτην· τὰ ὄρη εὐκόλως ἀναβαίνουσα κρημνοβατεῖ καὶ ἐπιτέρπεται τῶν μουσικῶν μελῶν καὶ τὸ δεξιὸν αὐτῆς κέρας ἐὰν θυμιαθῇ ἐν οἱῳδήποτε τόπῳ, σεισμοῦ φαντασίαν παρέχει· ἀφοδεύει δὲ ἑκάστης ἡμέρας σπυράθους διακοσίους. ∆εῖ οὖν καὶ τὴν ἡμετέραν ψυχὴν τοὺς κρημνοὺς τῶν πειρασμῶν εὐθαρσῶς διαπηδᾶν καὶ τὰ προφητικὰ ὄρη ἀναβαίνοντας τὸ ὕψος τῆς γνώσεως θηρᾶσθαι καὶ ἐπὶ ταύτῃ ἥδεσθαι, καὶ οὐ μόνον ἥδεσθαι ἀλλὰ καὶ διὰ τοῦ δόνακος, τουτέστιν τοῦ ἐμπράκτου λόγου διδάσκοντας ἡδονὴν ἐντιθέναι τοῖς ἀκούουσιν. Τὸ δὲ δεξιὸν κέρας σημαίνει ὅτι ὁ τὸ θεωρητικὸν τῆς ψυχῆς διὰ τῆς προσευχῆς τῷ Θεῷ προσαγαγών, εὐώδης γινόμενος τοῖς ἀκούουσιν, τὴν ἐν αὐτοῖς ἕξιν τῶν σαρκικῶν παθῶν διασαλεύει. Ὁ τοιοῦτος ἑκάστοτε τὴν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἀποβάλλει πλάνην· αἱ γὰρ αἰσθήσεις τῶν αἰσθητῶν συμπλεκόμεναι· *** οἷον, δεκαπλούμενος ὁ τέσσαρα[ς] ἀριθμὸς 14Α_036 ποιεῖ τὸν τεσσαράκοντα, οὗτος δὲ πενταπλούμενος ἀποτελεῖ τὰ διακόσια.

ΕΡΩΤΗΣΙΣ 18 Τί ἐστιν τὸ δίδραγμον ὅπερ καὶ ὁ Κύριος ἀπαιτεῖται τελέσαι καὶ τίς ὁ ἰχθὺς ὃν

ὁ Πέτρος κρατῆσαι κελεύεται καὶ τὸν ἐν αὐτῷ στατῆρα λαβεῖν καὶ δοῦναι τοῖς ἀπαιτοῦσιν;

ΑΠΟΚΡΙΣΙΣ Οἱ ἀπαιτοῦντες τὰ δίδραγμα εἰκόνα φέρουσιν τῶν φυσικῶν ἐν ἡμῖν παθῶν·

οὗτοι προσῆλθον τῷ Πέτρῳ, τουτέστιν τῷ πρακτικῷ τοῦ Κυρίου καὶ ταπεινῷ καὶ μαθητοῦ τρόπον τῷ πατρὶ ὑπακούσαντι, ἀπαιτοῦντες ὡς ἄνθρωπον ἅπερ εἶχον ἔθος πάντας ἀνθρώπους δασμολογεῖν. Ὁ δὲ Κύριος ἔδειξεν ὡς Θεὸς καὶ ∆εσπότης διὰ τῆς παραβολῆς ἑαυτὸν ἐλεύθερον· ἀλλ᾽ ἐπείπερ τὴν ἡμετέραν ὑποδὺς σάρκα καὶ τὰ ταύτης κατεδέξατο ἀδιάβλητα πάθη, ταῦτα καὶ τελέσαι τῇ φύσει ἠνέσχετο χωρὶς ἁμαρτίας. Ἐπειδὴ γὰρ κατ᾽ ἀρχὰς πλάσας τὸν ἄνθρωπον καὶ δύο γενικοὺς αὐτῷ λόγους ἐνθέμενος, ἕνα μὲν προηγούμενον τὸν τῆς ψυχῆς, ἕτερον δὲ κατὰ πρόνοιαν τὸν τῆς σαρκός, οὐδοποτέρῳ δὲ τούτων ἐμμείναντος, ἀλλὰ τὸν μὲν τῇ παραβάσει τῆς ἐντολῆς, τὸν δὲ τῇ παραχρήσει τῶν ὅρων τῆς φύσεως παρατρώσαντος, ὅντινα λόγον ἐν τῷ πάθει κρύψας εἴασεν νήχεσθαι ἐν τῇ θαλάσσῃ τοῦ ταραχώδους βίου, διὰ τοῦτο ἀπαιτουμένου τοῦ Κυρίου τελέσαι τὸν φόρον τῆς φύσεως, ὡς ∆εσπότης καὶ διορθωτὴς τῆς φύσεως, διὰ τοῦ λόγου τῆς πράξεως τὸ ἐννηχόμενον ἐν τῇ θαλάσσῃ τοῦ βίου γλίσχρον τῆς ἁμαρτίας πάθος κρατήσας καὶ τὸν ἐν αὐτῷ καταποθέντα λόγον, τουτέστιν τὸν ἐξαρχῆς κατὰ παραχώρησιν δεδομένον ὅρον τῆς χρείας, ἀνασπάσας, 14Α_038 ἐλεύθερον τοῦ τῆς παραχρήσεως πάθους τῇ φύσει ἀπέδωκεν.

ΕΡΩΤΗΣΙΣ 19