1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

46

ΕΡΩΤΗΣΙΣ 147 Ἐκ τοῦ αὐτοῦ· «οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου, καὶ αὕτη ἐστὶν

σκότος καὶ οὐ φῶς, ὃν τρόπον ὅτ᾽ ἂν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἄρκος καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ 14Α_212 καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις».

ΑΠΟΚΡΙΣΙΣ Ἡμέρα Κυρίου ἐστὶν ὁ φωτισμὸς καὶ ἡ γνῶσις τοῦ Κυρίου· ὅστις οὖν ἐπιθυμεῖ

ἐπιλαβέσθαι γνώσεως Θεοῦ ἄνευ πράξεως, οὗτος εἰκότως ταλανίζεται· ὑπὸ γὰρ τῶν παθῶν διοχλούμενος, θυμοῦ τε καὶ ἐπιθυμίας, φεύγειν τὸ δακεῖν ζητῶν ἐκ τοῦ λέοντος, τουτέστιν τοῦ θυμοῦ, ἐμπίπτει εἰς τὴν ἄρκον τῆς ἐπιθυμίας· εἶτα ἐκ τούτων στενοχωρούμενος ἐμπηδᾷ εἰς τὸν οἶκον καὶ τὰς χεῖρας εἰς τὸν τοῖχον ἀπερείδεται καὶ δάκνει αὐτὸν ὄφις· οἶκός ἐστιν ἡ ψυχή, τεῖχος δὲ τὸ σῶμα· ἐπειδὰν οὖν τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις τῇ ἀπολαύσει τοῦ σώματος ἀπερείσηται, ἐξέρχεται ἡ ἡδονή αὐτὴ γὰρ ὁ ὄφις καὶ δάκνει αὐτόν· δι᾽ ἑκάστης γὰρ τοῦ σώματος αἰσθήσεως ὥσπερ δι᾽ ὀπῆς ἕρπουσα ἡ ἡδονὴ δάκνει τὴν ἀθλίαν ψυχήν. Τῷ οὖν οὕτως ἀσθενοῦντι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ὁ τῆς γνώσεως ἥλιος σκότος ἐστὶν καὶ τύφλωσις.

ΕΡΩΤΗΣΙΣ 148 Ἐκ τοῦ Ψαλτηρίου· «τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον,

δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως». ΑΠΟΚΡΙΣΙΣ Ὡς ἁγνίζοντα ἡμᾶς ἀπὸ πάσης κηλίδος ἁμαρτιῶν εἴρηνται ἁγνά· ἀργύριον δὲ

πεπυρωμένον διὰ τὸ διαφανὲς αὐτῶν καὶ φωτιστικὸν ὡς ἐν ἀργύρῳ· καὶ διὰ τὸ θεῖον αὐτῶν καὶ δοκιμαστικὸν τῶν ἡμετέρων καρδιῶν· γῆ γὰρ ἡ καρδία ἐν τῷ Εὐαγγελίῳ εἴρηται· κεκαθαρμένον δὲ ἑπταπλασίως ὅτ᾽ ἂν ἑκάστην ἐντολὴν ἑπταπλασίως καθαίρομεν. Καλὸν δὲ ἐπὶ μιᾶς 14Α_214 ἐντολῆς σαφηνισθῆναι τὸ λεγόμενον· διαγορεύει ὁ νόμος τὸ οὐ φονεύσῃς· ὅστις οὖν ταύτην τὴν ἐντολὴν θέλει ἑπταπλασίως καθᾶραι, οὐ μόνον τοῦ διὰ χειρὸς φόνου ἀπέχεται, ἀλλὰ κἂν ἴδῃ πεινῶντα τρέφει, κἂν ἴδῃ διψῶντα ποτίζει, κἂν ἴδῃ γυμνὸν περιβάλλει, κἂν ἴδῃ ξένον συνάγει, κἂν ἴδῃ νοσοῦντα οὐ παρορᾷ, κἂν ἐν φυλακῇ ἴδῃ τρέχει πρὸς αὐτόν· καὶ ἁπλῶς ὁ ἑνὸς τούτων ἀμελήσας κατὰ τοῦτον φόνον εἰργάσατο· ἔασεν γὰρ ὅσον τὸ ἐπ᾽ αὐτῷ ἀποθανεῖν, δυνάμενος ἀνακτήσασθαι τὸν δεόμενον αὐτοῦ. Συνάπτων οὖν τις τὰς ἀπηριθμημένας ἓξ τοῦ Κυρίου ἐντολὰς τῆς νομικῆς οὐ φονεύσῃς ἐντολῆς, καθαίρει τὸ λόγιον Κυρίου ἑπταπλασίως· τοῦτο δὲ καὶ ἐπὶ ἑκάστης ἐντολῆς δυνατὸν ἐφαρμόζειν.

ΕΡΩΤΗΣΙΣ 149 Ἐκ τῶν Παροιμιῶν· «σπάνιον εἰσάγαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον,

μήποτε πλησθείς σου μισήσῃ σε». ΑΠΟΚΡΙΣΙΣ Φίλον ἐνταῦθα τὸ σῶμα ἡμῶν λέγει διὰ τὴν πρὸς αὐτὸ φυσικὴν ἕνωσίν τε καὶ

στοργήν. Παραινεῖ οὖν ὁ λόγος τὴν περὶ τὸ σῶμα πρόνοιαν μὴ πεφροντισμένην ποιεῖσθαι, ἀλλὰ μόνῳ τῷ τῆς ψυχῆς ἴχνει τὴν αὐτοῦ πρόνοιαν ποιεῖσθαι, καὶ τοῦτο δὲ σπανίως, μήποτε τὴν ἀνάπαυσιν αὐτοῦ περὶ πολλοῦ ποιουμένου σου, τὰ τῶν ἐχθρῶν καὶ μισούντων ἐν σοὶ ἐνδείξηται.

ΕΡΩΤΗΣΙΣ 150 Τί σημαίνει τὸ ἀπὸ τοῦ πατριάρχου Ἰακὼβ λεγόμενον τὸ «ἐγὼ ἀπετίννυον

κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός»; 14Α_216 ΑΠΟΚΡΙΣΙΣ