1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

40

Αἰγύπτιοι δέ εἰσιν πάντες οἱ φιλήδονοι καὶ φιλόκοσμοι, κἂν 14Α_184 εὐγενεῖς ὦσιν τῷ σώματι· Ἰσραηλῖται δὲ πάντες οἱ φιλόθεοι καὶ μισόκοσμοι. Τοῖς μὲν οὖν τὸ ὕδωρ αἷμά ἐστιν, τοῖς δὲ ὕδωρ κατὰ φύσιν· ἐπειδὴ γὰρ τὸ ὕδωρ θρεπτικόν ἐστιν καὶ ζωτικόν, δηλοῖ ὅτι ὅστις τὴν ἀφορμὴν τῆς ζωῆς ταύτης πρὸς ἀδικίαν καὶ ἁρπαγὴν καὶ πλεονεξίαν ποιεῖται, φονεὺς ὑπάρχων τῶν ὑπ᾽ αὐτοῦ ἀδικουμένων, τὸ ὕδωρ αἷμα ἔχει· ὅστις δὲ τὴν ἀφορμὴν τῆς ζωῆς ἐκ δικαίων πόνων ἔχει, τούτῳ τὸ ὕδωρ, τῆς ζωῆς ὕδωρ ἐστίν. Ἀποκτέννονται δὲ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐπειδὴ οὐκ ἔχουσιν τὰς φλιὰς κεχρισμένας τοῦ αἵματος τοῦ ἀμνοῦ. Πρωτότοκα δέ εἰσιν τὰ πρῶτα τοῦ νοῦ γεννήματα καὶ διανοήματα, φλιαὶ δὲ αἱ αἰσθήσεις, ὀλοθρευτὴς δὲ ὁ διάβολος, διὰ μέσου τῶν αἰσθήσεων δεσμεύων τὴν ψυχὴν πρὸς τὰ αἰσθητὰ καὶ πᾶν αὐτῆς θεῖον κίνημα ἀναιρῶν. ∆ιατηροῦνται δὲ τὰ πρωτότοκα καὶ τῶν Ἰσραηλιτῶν τῇ χρίσει τοῦ αἵματος, τουτέστιν τὰ θεῖα τοῦ νοῦ κινήματα τῇ νεκρώσει τῶν αἰσθήσεων.

ΕΡΩΤΗΣΙΣ 123 Τί ἐστιν τὸ ἐν τῷ οε' (75) ψαλμῷ εἰρημένον, ὅτι «ἐνθύμιον ἀνθρώπου

ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι»; ΑΠΟΚΡΙΣΙΣ Ἡ μὲν ἑορτὴ εὐφραινομένων ἐστίν, ἡ δὲ ἐξομολόγησις ἐταζομένων· καὶ τὸ

μέν ἐστιν λύπης, τὸ δὲ χαρᾶς. Τοῦτο οὖν λέγει, ὅτι ἐν τῇ κρίσει ἀντισηκούμενον τὸ παροδικὸν καὶ ἀτελὲς τοῦ ἀγαθοῦ ἐνθύμημα τῷ πονηρῷ καὶ ἀπηρτισμένῳ ἐνθυμήματι τὸ πλέον ἔχει· τὸ μὲν γὰρ ἐτάζεται, τὸ δὲ ἑορτῆς καὶ χαρᾶς γίνεται πρόξενον.

14Α_186 ΕΡΩΤΗΣΙΣ 124 Τί δηλοῖ ὁ Ἀπόστολος λέγων "ἐμοὶ δὲ γένοιτο πέντε λόγους λαλῆσαι ἐν

Ἐκκλησίᾳ ἢ μυρίους λόγους ἐν γλώσσῃ"; ΑΠΟΚΡΙΣΙΣ Πέντε λόγους λαλεῖ, κἂν εἶς ἐστιν ὁ λαλούμενος, ὁ λόγον παιδαγωγικὸν τῶν

πέντε αἰσθήσεων λαλῶν· μυρίους δὲ λόγους ἐν γλώσσῃ λαλεῖ ὁ διὰ τοῦ ἰδίου λόγου πρόσκλησιν ποιούμενος παθῶν. Καὶ πάλιν· πέντε λόγους λαλεῖ ὁ διὰ τῆς ἐν πνεύματι τῶν ὄντων θεωρίας τὸν κτίστην δεικνύων· πενταδικὴ γὰρ ἡ φύσις ἐξ εἴδους καὶ τῶν τεσσάρων στοιχείων οὖσα· μυρίους δὲ λόγους λαλεῖ ὁ λόγους κεκομψευμένους καὶ συμπλοκὰς πειθανὰς περὶ τῆς ἐνεργείας τῶν ὁρατῶν ποιούμενος πρὸς οἰκείαν δόξαν καὶ ἀπόλαυσιν καὶ θεοποιῶν τὴν κτίσιν παρὰ τὸν κτίσαντα· ἡ κτίσις γὰρ οὐχ ἵνα θεωθῇ ἐδόθη ἀλλ᾽ ἵνα Θεὸν διδάξῃ.

ΕΡΩΤΗΣΙΣ 125 Τί δηλοῦσιν οἱ ἐν τῷ Εὐαγγελίῳ παραιτούμενοι τὴν κλῆσιν διὰ τὸν ἀγρὸν καὶ

τὸν γάμον καὶ τὰ ζεύγη τῶν βοῶν; ΑΠΟΚΡΙΣΙΣ ∆ιὰ τῆς γυναικὸς ἡ φιληδονία δηλοῦται, διὰ δὲ τοῦ ζεύγους τῶν βοῶν ἡ

φιλοκτημοσύνη, διὰ δὲ τοῦ ἀγροῦ ἡ γαστριμαργία· περὶ ἃ πᾶς ἄνθρωπος ἀπασχολούμενος τῶν θείων ἐπαγγελιῶν ἐκπίπτει.

14Α_188 ΕΡΩΤΗΣΙΣ 126 Τί ἐτυμολογεῖται γαστριμαργία; ΑΠΟΚΡΙΣΙΣ Οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσεν. Ἀριστοτέλης δὲ ἐν

τῷ 'Περὶ ζῴων' μέμνηται ζῴου μαργοῦ λεγομένου καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος· καὶ ἀφ᾽ οὗ γεννηθῇ, οὐ παύεται γῆν φαγὸν ἕως ἐκτρυπῆσαν τὴν γῆν εἰς τὴν ἐπιφάνειαν ἔλθῃ· καὶ ἐλθὸν θνῄσκει τρεῖς ἡμέρας, καὶ