1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

62

ἔρχονται κἀκεῖ διὰ τῆς τῶν ἀγαθῶν καὶ φαύλων πράξεων ἀντεξετάσεως οἱονεὶ πυρούμενοι, εἴπερ ἡ τῶν ἀγαθῶν πλάστιγξ ἐπιβαρήσει, καθαίρονται τῆς κολάσεως.

ΕΡΩΤΗΣΙΣ Α,11 Περὶ διαφόρων δικαιοσυνῶν. ΑΠΟΚΡΙΣΙΣ Τρεῖς δικαιοσύνας οἱ τὰ θεῖα σοφοὶ λέγουσιν εἶναι, ἀνθρωπίνην, ἀγγελικὴν

καὶ θείαν· καὶ τὴν μὲν ἀνθρωπίνην φασὶν τὴν ἐν τοῖς αἰσθητοῖς τοῦ κόσμου τούτου ἰσονεμίαν τε καὶ εὐγνωμοσύνην, τὴν ἀγγελικὴν δὲ τῆς θείας γνώσεως ἄφθονον μετάδοσιν· τὴν δὲ θείαν δικαιοσύνην ὁρίζονται τὸ πάσχειν ὑπὲρ τῶν ἁμαρτανόντων.

ΕΡΩΤΗΣΙΣ Α,12 Τίνος χάριν ἐπιτιμήσας ὁ Κύριος τῷ Πέτρῳ εἴρηκεν αὐτὸν σατανᾶν; ΑΠΟΚΡΙΣΙΣ Οὐχ ὥς τινες νομίζουσιν τὸν Πέτρον ἀποκαλεῖ σατανᾶν ὑβριστικῶς ὁ Κύριος,

ἀλλ᾽ ἐπειδὴ αἱ τοῦ Κυρίου στερήσεις (14Α_290> ἡμῶν ἕξεις ἐγένοντο, οἷον, ὁ αὐτοῦ θάνατος ἡμῖν ζωὴ γέγονεν, ἡ αὐτοῦ ἀτιμία ἡμῖν ἐγένετο δόξα. Ὁ οὖν ἀπόστολος Πέτρος, τοῦ Κυρίου λέγοντος μέλλειν πάσχειν αὐτόν, ὑπελάμβανεν τῇ φύσει τῶν πραγμάτων ἑπόμενος ὡς ἀδύνατόν ἐστιν τὴν ζωὴν ἀποθνῄσκειν ἢ τὴν τοσαύτην δόξαν ἀτιμασθῆναι. Ὁ οὖν Κύριος τὴν ὑπόνοιαν ταύτην ἀναιρῶν, ὡς οὐ δεῖ φύσεως ἀκολουθίαν ἐν τοῖς ὑπὲρ φύσιν ἐπιζητεῖν διὰ γὰρ τῶν ἐναντίων ταῦτα ποιήσας, βεβούλευται διὰ θανάτου ζωήν, δι᾽ ἀτιμίας δόξαν ὡς οὖν ἀντικειμένην αὐτοῦ τὴν ὑπόνοιαν ταύτην λέγει· "ὕπαγε ὀπίσω μου" ἀντὶ τοῦ "ἕπου μου τῇ βουλῇ καὶ μὴ προλάμβανε ζητῶν ἀκολουθίαν πραγμάτων". Τὸ δὲ σατανᾶς ὄνομά φασιν 'ἀντικείμενον' ἑρμηνεύεσθαι· ὅπερ ὁ Κύριος οὐχ ὑβριστικῶς προήγαγεν ἀλλ᾽ ὡσανεὶ ἔλεγεν "ἀντικείμενέ μου τῷ σκοπῷ".

(14Α_292> ΕΡΩΤΗΣΙΣ Α,25 Πῶς ὀφείλομεν εὐσεβῶς νοῆσαι τὸ τοῦ Εὐαγγελίου, ὅτι "ὁ Πατὴρ κρίνει

οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ" καὶ πῶς ἐν ἄλλῳ τόπῳ λέγει ὅτι "ἐγὼ κρίνω οὐδένα ἀλλ᾽ ὁ Λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν";

ΑΠΟΚΡΙΣΙΣ Καθ᾽ ὃ Θεός ἐστιν, οὐδὲ ὁ Πατὴρ οὐδὲ ὁ Υἱὸς κρινεῖ οὐδένα· οὐδὲ γὰρ

ἄνθρωπος ἀλόγων γίνεται κριτὴς ἀλλ᾽ ἀνθρώπων. Ὁ δὲ Πατὴρ δέδωκεν τῷ Υἱῷ τὴν κρίσιν, οὐ καθ᾽ ὃ Θεός ἐστιν ὁ Υἱὸς ἀλλὰ καθ᾽ ὃ ἄνθρωπος γέγονεν. Κρινεῖ δὲ πάντας συγκρίνων τὴν ἑαυτοῦ ὡς ἀνθρώπου πολιτείαν πρὸς ἡμᾶς. Πάλιν δὲ ὁ λόγος αὐτοῦ κρινεῖ, τουτέστιν ἡ διδασκαλία, ἥντινα διὰ τῶν ἔργων ἐνεδείξατο κατὰ τὸ γεγραμμένον "ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν".

(14Α_294> ΕΡΩΤΗΣΙΣ Α,27 Τί δηλοῖ τὸ τῶν Παροιμιῶν αἴνιγμα τὸ «ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε

αὐτόν, ἐὰν διψᾷ πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ»;

ΑΠΟΚΡΙΣΙΣ Ἐχθρὸν ἔχομεν κατὰ τῆς ψυχῆς τὸ ἡμέτερον σῶμα, ἀεὶ διὰ τῆς ἐπαναστάσεως

τῶν παθῶν πολεμοῦν ἡμᾶς. Ἐὰν οὖν ἐκ τῆς συνειδήσεως πιεζόμενον τὸ τῆς σαρκὸς φρόνημα πεινᾷ, τουτέστιν ὀρέγεται σωτηρίας, ἢ διψᾷ θείαν γνῶσιν, δέον τρέφειν αὐτὸ δι᾽ ἐγκρατείας καὶ πόνων καὶ ποτίζειν τῇ μελέτῃ τῶν θείων λογίων. Οὕτως γὰρ σωρεύεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τουτέστιν ἐπὶ τὸν νοῦν· ἄνθρακες πυρός, θεῖοι καὶ πνευματικοὶ λογισμοί.

ΕΡΩΤΗΣΙΣ Α,28 Τί σημαίνει τὸ ἐν τῷ ἑκατοστῷ πρώτῳ ψαλμῷ εἰρημένον "ὡμοιώθην

πελεκᾶνι ἐρημικῷ";