1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

16

Τί ἐστιν ὅπερ ὁ Ἀπόστολος ἐπιστέλλων Τιμοθέῳ ἔγραψεν «ἐπίστηθι εὐκαίρως ἀκαίρως»;

ΑΠΟΚΡΙΣΙΣ Εἴτε τῇ κακίᾳ, φησίν, ἐνέχεταί τις, ὅντινα εὔκαιρόν ἐστιν διδαχθῆναι,

ὑποτίθου αὐτὸν διὰ τῆς διδασκαλίας τὴν φυγὴν τοῦ κακοῦ καὶ τὴν αἵρεσιν τοῦ ἀγαθοῦ· εἴτε οὐκ ἐνέχεταί τις τῇ κακίᾳ, ὅπερ δοκεῖ ἀκαίρως, τὸν τοιοῦτον τὴν γνῶσιν ὑποτίθου, φησίν, κατασφαλιζόμενος αὐτὸν πρὸς μέλλουσαν πειρασμῶν ἐπανάστασιν.

ΕΡΩΤΗΣΙΣ 43 Τί σημαίνει ἡ παραβολὴ τῶν δέκα παρθένων; 14Α_076 ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ ἄνθρωπος πέντε αἰσθήσεις ἔχει νοερὰς ἀντιλημπτικὰς τῶν νοητῶν,

πέντε δὲ σωματικὰς ἀντιλημπτικὰς τῶν αἰσθητῶν, δοκεῖ ἡ παραβολὴ τὸν καθένα αἰνίττεσθαι ἄνθρωπον. Ὅστις οὖν ἔχει τὴν λαμπάδα τῆς πρακτικῆς ἀρετῆς, ἔχει δὲ καὶ τὸ ἔλαιον τῆς γνώσεως ἐπάρδοντα, τουτέστιν μετὰ γνώσεως τὰς πράξεις γινομένας, οὗτος ὑποτάξας τὸ σῶμα καὶ τὰς τούτου αἰσθήσεις ταῖς νοεραῖς συνάψας, γέγονεν πέντε φρόνιμοι. Ὅστις δὲ τὴν πρακτικὴν δοκεῖ μετιέναι μὴ ἔχων τὸ τῆς γνώσεως ἔλαιον, ἀλλ᾽ ἢ διὰ κενὴν δόξαν ἢ διὰ γαστριμαργίαν ἢ φιλαργυρίαν ταύτην ἀφρόνως ἐπιτηδεύει, οὗτος τρέψας τὰς νοερὰς αἰσθήσεις περὶ τὰ αἰσθητὰ καὶ πρόσκαιρα· καὶ ταύτας ἀπογεώσας, εἰκότως γέγονεν πέντε παρθένοι μωραί, ἐκ μόνων τῶν αἰσθητῶν γινωσκόμενος.

ΕΡΩΤΗΣΙΣ 44 Τί δηλοῖ κατ᾽ ἀναγωγὴν ὁ παράδεισος ὁ κατ᾽ ἀνατολὰς φυτευόμενος; ΑΠΟΚΡΙΣΙΣ

Παράδεισον οἶμαι δηλοῦσθαι τὴν τοῦ ἀνθρώπου καρδίαν φυτευθεῖσαν ἐν τῇ ἀνατολῇ τῆς τοῦ Θεοῦ γνώσεως. Ἐν τῷ μεσαιτάτῳ ταύτης ἐφύτευσεν ὁ Θεὸς «τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ». Καὶ τὸ μὲν «ξύλον τῆς ζωῆς» λαμβάνεται ἐπὶ τοῦ λόγου τῶν νοητῶν, τὸ δὲ «γνωστὸν καλοῦ καὶ κακοῦ» ἐπὶ τοῦ λόγου τῶν αἰσθητῶν· οὗτος γὰρ ἔχει γνῶσιν καλοῦ τε καὶ κακοῦ· τοῖς μὲν γὰρ ἐκ τῆς καλλονῆς τῶν κτισμάτων τὸν δημιουργὸν ἐννοοῦσιν καὶ δι᾽ αὐτῶν 14Α_078 ἀναγομένοις εἰς τὸν αἴτιον τούτων, γνῶσίς ἐστιν καλοῦ, τοῖς δὲ μόνῃ τῇ αἰσθήσει ἐναπομένουσιν καὶ τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν φενακιζομένοις ἐπὶ τὴν ὕλην τὴν πᾶσαν ὄρεξιν τῆς ψυχῆς τρέψασιν, γνῶσίς ἐστιν κακοῦ.

Εἰ δέ τις ἀπορῶν ἀνθυπενέγκοι ὅτι "πῶς δύναται ἐπὶ τοῦ ἑνὸς ἀνθρώπου τοῦτο ληφθῆναι ἵνα ποτὲ μὲν καλόν, ποτὲ δὲ πονηρὸν ἡ περὶ τοῦ ἑνὸς γνῶσις γένηται;", πρὸς ὃν λεκτέον ὅτι ἐπειδὴ εἴρηται τὸν νοητὸν καὶ τὸν αἰσθητὸν κόσμον εἶναι τὰ δύο ξύλα, μετέχει δὲ καὶ τῶν ἑκατέρων ὁ ἄνθρωπος ὡς ἐκ ψυχῆς καὶ σώματος ὤν, ἡνίκα οὖν τὸ τῆς ψυχῆς κῦρος ἐπὶ τὴν αἴσθησιν καὶ τὸ σῶμα ῥέψει, ἰδοὺ μετέλαβεν τοῦ ξύλου καὶ ἔγνω τὴν πεῖραν καλοῦ τε καὶ κακοῦ, καλοῦ μὲν κατὰ τὸ ἥδεσθαι φυσικῶς τὸ σῶμα τῇ ἀπολαύσει τῶν αἰσθητῶν, κακοῦσθαι δὲ τὴν ψυχὴν ἀρχομένην ὑπὸ τοῦ χείρονος καὶ τὰς φυσικὰς δυνάμεις ἐξασθενοῦσαν.

ΕΡΩΤΗΣΙΣ 45 Τί σημαίνει τὸ μετὰ τὴν ἀνάστασιν δειχθὲν ὑπὸ τοῦ Κυρίου ὀψάριον κείμενον

ἐπὶ τὴν ἀνθρακιάν; ΑΠΟΚΡΙΣΙΣ Ὁ ἰχθὺς δηλοῖ τὴν ἀνθρωπείαν φύσιν νηχομένην ἐν τῇ συγχύσει τῶν παθῶν,

ἣν διὰ τὴν ἄφατον φιλανθρωπίαν ὁ Κύριος κατελθὼν ἐν τῇ θαλάσσῃ τοῦ βίου ἀνέσπασεν καὶ ὀπτήσας τῷ πυρὶ τοῦ ἁγίου Πνεύματος καὶ πάσης γλισχρότητος