1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

8

Ἐπειδὴ Γρηγόριος ὁ Νύσσης ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν φαίνεται τοῖς μὴ τὸ βάθος ἐπισταμένοις τῆς ὑψηλῆς αὐτοῦ θεωρίας πολλαχοῦ ἀποκατάστασιν ὑπεμφαίνειν, παρακαλῶ ὅπερ ἐπίστασαι περὶ τούτου εἰπεῖν.

ΑΠΟΚΡΙΣΙΣ Τρεῖς ἀποκαταστάσεις οἶδεν ἡ Ἐκκλησία· μίαν μὲν τὴν ἑκάστου κατὰ τὸν τῆς

ἀρετῆς λόγον, ἐν ᾗ ἀποκαθίσταται τὸν ἐπ᾽ αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας· δευτέραν δὲ τὴν τῆς ὅλης φύσεως ἐν τῇ ἀναστάσει, τὴν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἀποκατάστασιν· τρίτη δέ, ᾗ καὶ μάλιστα κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Νύσσης Γρηγόριος, ἐστὶν αὕτη· ἡ τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν εἰς ὅπερ ἐκτίσθησαν πάλιν ἀποκατάστασις. ∆εῖ γὰρ ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τὴν τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένῳ ἀπολαβεῖν, οὕτως καὶ τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις τῇ παρατάσει τῶν αἰώνων ἀποβαλεῖν τὰς ἐντεθείσας αὐτῇ τῆς κακίας μνήμας καὶ περάσασαν τοὺς πάντας αἰῶνας καὶ μὴ εὑρίσκουσαν στάσιν εἰς τὸν Θεὸν ἐλθεῖν, τὸν μὴ ἔχοντα πέρας, καὶ οὕτως, τῇ ἐπιγνώσει οὐ τῇ μεθέξει τῶν ἀγαθῶν, ἀπολαβεῖν τὰς δυνάμεις καὶ εἰς τὸ ἀρχαῖον ἀποκαταστῆναι καὶ δειχθῆναι τὸν δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας.

ΕΡΩΤΗΣΙΣ 20 Τί σημαίνει ἡ κατὰ τὸν Βὴλ ἱστορία καὶ τίς ὁ ∆ανιὴλ καὶ ὁ βασιλεὺς ∆αρεῖος

γινώσκων τὰ ἴχνη τῶν εἰσελθόντων ὅτι ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων εἰσίν; 14Α_040 ΑΠΟΚΡΙΣΙΣ Πᾶς ἄνθρωπος ἐν τῇ 'συγχύσει' τοῦ βίου γινόμενος τοῦτο γὰρ ἡ Βαβυλὼν

ἑρμηνεύεται ναὸν τὴν ἑαυτοῦ ψυχὴν ποιεῖ τῷ Βήλ, τουτέστιν τῷ διαβόλῳ· ἐν ᾧ εἰ γένηται ὁ ∆ανιήλ, τουτέστιν ὁ νόμος τοῦ Θεοῦ 'κρίσις' γὰρ 'Θεοῦ' ∆ανιὴλ ἑρμηνεύεται διδάσκει τὸν ∆αρεῖον, τουτέστιν τὸν βασιλέα νοῦν, ὅτι τὰ ἴχνη τῶν ἐν τῷ ναῷ, τουτέστιν τῆς ψυχῆς, περιπατούντων ἀνδρῶν εἰσιν καὶ γυναικῶν καὶ παιδίων, τουτέστιν θυμοῦ καὶ ἐπιθυμίας καὶ ἀγνοίας· ὅθεν ὁ βασιλεὺς νοῦς τοῦτο γινώσκων παραδίδωσι τῇ κρίσει, τῷ νόμῳ τοῦ Θεοῦ, εἰς τὸ πάντας ἄρδην ἀπολέσθαι. Ἡ δὲ πασθεῖσα κονία δηλοῖ τὴν ἄσκησιν καὶ τὴν ταπείνωσιν· διὰ τούτων γὰρ κατάδηλα γίνονται τῷ νῷ τὰ ἴχνη τῶν ἐν τῇ ψυχῇ διαθεόντων παθῶν.

ΕΡΩΤΗΣΙΣ 21 Πῶς δεῖ νοεῖν τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ

τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος»; ΑΠΟΚΡΙΣΙΣ «Ἀπαρχὴ Χριστὸς» διὰ τῆς ἀναστάσεως γέγονεν, «ἔπειτα οἱ τοῦ Χριστοῦ», οἱ

εἰς αὐτὸν πιστεύσαντες, «εἶτα τὸ τέλος», πάντων τῶν ἐθνῶν ἡ διὰ πίστεως σωτηρία. Εἰ δὲ καὶ εἰς τὸν καθένα θέλεις ἐκλαβεῖν τὰ εἰρημένα, «ἀπαρχὴ Χριστός» ἐστιν ἡ εἰς αὐτὸν πίστις, «ἔπειτα οἱ τοῦ Χριστοῦ», τὰ ἔργα τῆς πίστεως, «εἶτα τὸ τέλος», τὸ χωρισθῆναι πάντων, αἰσθητῶν τε καὶ νοητῶν, καὶ διὰ γνώσεως κολληθῆναι τῷ Θεῷ. Τὸ δὲ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατός ἐστιν ὅτ᾽ ἂν καὶ αὐτοὶ τὸ αὐτεξούσιον θέλημα ἅπαν τῷ Θεῷ παραχωρήσωμεν· τότε καταργεῖται καὶ ὁ ἔσχατος ἐχθρός· θάνατος δὲ λέγεται ἐπειδὴ ἡ 14Α_042 ζωὴ ὁ Θεός ἐστιν, τὸ δὲ ἀντικείμενον τῇ ζωῇ εἰκότως λέγεται θάνατος.

ΕΡΩΤΗΣΙΣ 22 Τί σημαίνει τὸ τόξον ὅπερ ἔθετο ἐν τῇ νεφέλῃ ὁ Θεὸς εἰς διαθήκην πρὸς τὸ γένος

τὸ ἀνθρώπινον; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ τὸ τόξον τετράχροόν ἐστιν, δηλοῖ τὴν σάρκα τοῦ Κυρίου ἐκ τεσσάρων

καθ᾽ ἡμᾶς γενομένην στοιχείων καὶ μὴ ἔχουσαν αἰτίαν συστάσεως καθάπερ οὐδὲ τὸ