1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

75

Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν διδάσκων τοὺς φοβουμένους αὐτόν, καθ᾽ ἣν ἡ παντελὴς τῆς ἁμαρτίας ἀπραξία συνέστηκε· σημείωσις γὰρ ἀληθὴς ἡ διὰ σταυροῦ νεκροῦσα τὸ φρόνημα τῆς σαρκὸς καθέστηκε δύναμις.

«Πρὸς τὸ φυγεῖν ἀπὸ προσώπου τόξου». Τουτέστιν ἀπὸ τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας· πρόσωπον

γὰρ τόξου, φημὶ δὲ ἑκάστου δαιμονιώδους πάθους, ἡ τὴν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστὶν ἐπιφάνεια, καθάπερ ἀκὶς βέλους τὴν αἴσθησιν τιτρώσκουσα καὶ πρὸς τὰ πάθη τὴν ψυχὴν ἀπρεπῶς διερεθίζουσα. ∆ιόπερ ἀπὸ προσώπου τόξου φησὶν ὁ λόγος φεύξεσθαι τοὺς φοβουμένους τὸν Κύριον, ἀλλ᾽ οὐκ ἀπὸ τόξου· τὸ γὰρ τόξον τῆς ἁμαρτίας ἄνευ προσώπου τυχὸν οὐδέ τι δράσειε κατὰ τῶν φοβουμένων τὸν Κύριον.

«Ἐφ᾽ ᾧ ῥυσθῆναι τοὺς ἀγαπητοὺς τοῦ θεοῦ». Ἀγαπητοὶ δὲ Θεοῦ εἰσὶν οἱ κατὰ θεωρίαν συνεκτικοὶ τῆς θείας γνώσεως

λογισμοί, οὓς ῥύονται οἱ κατὰ τὴν πρακτικὴν συνιστάμενοι τρόποι τῶν ἀρετῶν ἀπὸ πάσης πλάνης καὶ πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατὰ πρόληψιν τῆς ἁμαρτίας μνημῶν.

«Σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι καὶ διαμεριῶ (14Α_374> Σίκημα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω».

Σώζει ὁ Θεὸς τῇ δεξιᾷ αὐτοῦ, διδοὺς τὸν μονογενῆ αὐτοῦ Υἱόν δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υιός λύτρον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· ἐπακούει δέ, διδοὺς τῷ δικαίῳ πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ πνευματικὰ χαρίσματα ἀκούει μὲν γὰρ τοῦ ἱκετεύοντος αὐτὸν ὁ Θεός, πρῶτον διὰ τῆς μετανοίας ἄφεσιν διδοὺς ἁμαρτημάτων, ἐπακούει δέ, πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ τὰ διὰ χάριτος πνευματικῆς διδοὺς ἐνεργήματα · λαλεῖ δὲ ἐν τῷ ἁγίῳ αὐτοῦ, τουτέστιν ἐν τῷ σαρκωθέντι αὐτοῦ Λόγῳ, τὸν θεῖον αὐτοῦ σκοπόν, τὸν ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν κατὰ τὴν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν, διὰ τῆς καθ᾽ ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς οἱονεὶ διαρρήδην βοῶν καὶ τῷ βίῳ διδοὺς εἰς ὑποτύπωσιν αἰωνίου ζωῆς εἰκόνα, πάσης γεγωνοτέραν φωνῆς, τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν· 'λαλεῖ' δὲ καὶ 'ἐν' ἑκάστῳ 'ἁγίῳ' φυλάττοντι αὐτοῦ τὰς ἐντολάς, οἷον ζῶντας δεικνὺς διὰ τῶν ἔργων τοὺς λόγους καὶ πάσης φωνῆς γεγωνοτέρους.

Ἀγαλλιᾶται δὲ ὁ δίκαιος, ἡνίκα, τελειωθεὶς τῇ χάριτι τοῦ Μονογενοῦς, ἱκανὸς γένηται 'διαμερίσαι' τὴν 'Σίκημα,' τουτέστιν ἄλλοις ἀναλόγως ἐκ πείρας ἐπιστήμονος ὑποθέσθαι τοὺς κατὰ τὴν πρακτικὴν ἀνδρικοὺς τῶν ἀρετῶν τρόπους· ὠμίασις γὰρ ἡ Σίκημα ἑρμηνεύεται, ὅπέρ ἐστιν ἡ πάντων μὲν ἐφεκτικὴ τῶν παθῶν, πασῶν δὲ ἐνεργητικὴ τῶν ἀρετῶν ἕξις πράξεως γὰρ σύμβολον τὸν ὦμον εἶναι φασίν.

Καὶ τὴν κοιλάδα τῶν Σκηνῶν διαμετρεῖ, τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ἀπονέμων· ἡ γὰρ 'κοιλὰς τῶν Σκηνῶν' ὁ παρών ἐστι κόσμος, ἐν ᾧ πάντων κατὰ τὴν ἑκάστου διάφορον γνώμην τὲ καὶ διάθεσιν ἀπαγὴς ὑπάρχει καὶ πρόσκαιρος, σκηνῶν δίκην, ἡ παροῦσα ζωή.

Ἢ πάλιν Σκηναὶ τυγχάνουσι τῆς παρούσης κοιλάδος οἱ (14Α_376> τῶν ἀρετῶν τρόποι, οὓς διαιρεῖ γνωστικῶς τοῖς διδασκομένοις, πρὸς τὴν ἑκάστου ἕξιν κατάλληλον διδοὺς ἀγωγὴν καὶ προσφυλακὴν τῶν τιμίων, ὁ διανέμειν εἰδὼς ἑκάστῳ διὰ τῆς καλῆς διδασκαλίας τὴν ἁρμόζουσαν πρὸς σωτηρίαν ὁδόν.

Ἢ Σκηναὶ κοιλάδος ὑπάρχουσιν αἱ διὰ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ παγεῖσαι κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν πιστευσάντων ἐθνῶν Ἐκκλησίαι, ὃ καὶ μᾶλλον, ὡς οἶμαι, τῶν ἄλλων ἐστὶν ἐπιφανέστερον.