1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

23

Σαμψὼν ἑρμηνεύεται 'ἥλιος,' ἡ δὲ ∆αλιδὰ 'πτωχεύουσα·' ἐπέπεσεν οὖν ὁ Σαμψὼν ἐπὶ τὸν μηρὸν τῆς ∆αλιδά, τουτέστιν ἐπὶ τὸ παθητὸν μέρος τῆς ἡδονῆς, καὶ ἐπτώχευσεν τῆς φωτιζούσης αὐτὸν ἀρετῆς. Τότε ἤνεγκεν κουρέα καὶ ξυρὸν καὶ ἐξύρησεν αὐτοῦ τοὺς ζ (7) βοστρύχους· κουρεύς ἐστιν ὁ διάβολος, ξυρὸν δὲ ἡ ἀπάτη κατὰ τὸ γεγραμμένον "ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον", οἱ δὲ ζ (7) βόστρυχοι ἑπτὰ ἐνέργειαι κατὰ τὸν προφήτην Ἡσαΐαν τοῦ πνεύματος. Ὅτ᾽ ἂν οὖν ἤρξαντο φύειν αὐτοῦ αἱ τρίχες, τουτέστιν ὅτ᾽ ἂν εἰς μετάμελον ἦλθεν τῶν αὐτῷ πεπραγμένων, τότε χειραγωγεῖ αὐτὸν τὸ παιδάριον, τουτέστιν ὁ νόμος τοῦ Θεοῦ, καὶ ἄγει αὐτὸν ἐπὶ τοὺς στύλους ἐφ᾽ ὧν ἐπεστήρικτο ὁ οἶκος τῶν ἀλλοφύλων, οἵτινές εἰσιν θυμὸς καὶ ἐπιθυμία, ὑφ᾽ ὧν πᾶς ἀλλόφυλος ἁλίσκεται νοῦς. Τὸ δὲ συναποθανεῖν τὸν Σαμψὼν τῶν ἀλλοφύλων, σημαίνει τὴν συντέλειαν ἤγουν νέκρωσιν τοῦ σαρκικοῦ φρονήματος.

14Α_108 ΕΡΩΤΗΣΙΣ 68 Τί σημαίνει αὐτὸς ὁ Σαμψὼν ἐν τῇ σιαγόνι τοῦ ὄνου ἀποκτείνας τοὺς

ἀλλοφύλους; ΑΠΟΚΡΙΣΙΣ Ἐνταῦθα τύπον ὁ Σαμψὼν φέρει τοῦ ἀληθινοῦ Ναζιραίου τοῦ Χριστοῦ· αὐτὸς

γὰρ τὴν ἡμετέραν σάρκα λαβὼν ἄνικμον πάσης ἁμαρτίας, τοὺς ἀλλοφύλους ἀνεῖλεν δαίμονας. Τὸ δὲ δεθῆναι ἐκ τῶν ἰδίων τὸν Σαμψὼν καὶ παραδοθῆναι τοῖς ἀλλοφύλοις σαφῶς ἐπὶ τοῦ Κυρίου πεπλήρωται· δήσαντες γὰρ αὐτὸν οἱ δοκοῦντες ἴδιοι εἶναι Ἰουδαῖοι παρέδωκαν τοῖς ἔθνεσιν. Ἀλλὰ καὶ ἐπήγασεν ἐκ τοῦ σώματος τοῦ Κυρίου ὥσπερ ἐκ τῆς σιαγόνος τὸ τῆς γνώσεως ὕδωρ ὅπερ ἐδίψα λέγων "ἵνα γινώσκωσίν σε τὸν ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν". Ἀλλὰ καὶ ἕκαστος Σαμψών, τουτέστιν Ναζιραῖος, διὰ τῆς σιαγόνος, τουτέστιν διὰ τῆς ἐγκρατείας τοῦ σώματος, ὅπερ ἐστὶν ἑτερογενὲς τῆς ψυχῆς καθὰ καὶ ὁ ὄνος τῆς ἐθνικῆς μερίδος τῷ νόμῳ, ἀποκτέννει τὰ πάθη διὰ τῆς πρακτικῆς. Εἶτα καὶ διψᾷ θείας γνώσεως καὶ διὰ τῆς ἐπικλήσεως ἐξ αὐτῆς τῆς ἐναρέτου πράξεως καταπέμπεται αὐτῷ θεία γνῶσις, ποτίζουσα αὐτὸν καὶ ἀναψύχουσα. Εἰ δὲ καὶ συνσχεθῇ ἔσω τειχῶν τῆς Γάζης, τουτέστιν ὑπὸ τῶν αἰσθητῶν, τοῖς ὤμοις τῆς πρακτικῆς ἀναλαμβάνει τὰς πόρτας, τουτέστιν τὰς αἰσθήσεις, καὶ ἀνάγει εἰς τὸ ὅρος τῆς ὑψηλῆς γνώσεως.

ΕΡΩΤΗΣΙΣ 69 Τίνος χάριν τὰ μὲν ἑπτὰ ἔθνη παρακελεύεται ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ

ἀπολέσαι, τὰς δὲ πέντε σατραπίας οὐδαμῶς; 14Α_110 ΑΠΟΚΡΙΣΙΣ Πάντα τὰ παρὰ φύσιν πάθη μισῶν ὁ Θεὸς κελεύει ἀπόλλυσθαι· τὰς δὲ κατὰ

φύσιν τῶν πέντε αἰσθήσεων δυνάμεις οὐ βούλεται ἀναιρεθῆναι, εἰ δὲ ἄρα παρὰ φύσιν ποτὲ κινηθῶσιν, τὰς ἐνεργείας αὐτῶν ἀποκτέννυσθαι.

ΕΡΩΤΗΣΙΣ 70 Τί σημαίνει τὸ Εὐαγγέλιον λέγων "νίψαι σου τὸ πρόσωπον καὶ ἄλειψαί σου

τὴν κεφαλήν"; ΑΠΟΚΡΙΣΙΣ Τὸ πρόσωπον ἡμῶν ἐστιν ὁ βίος, χαρακτηρίζων καθάπερ ἡ ὄψις ὁποῖοί τινές

ἐσμεν κατὰ τὸν ἔσω ἄνθρωπον. Τοῦτο οὖν ὁ λόγος παρακελεύεται νίπτειν, τουτέστιν καθαίρειν τὸν βίον κηλίδος πάσης ἁμαρτιῶν. Κεφαλὴ δέ ἐστιν ὁ ἡμέτερος νοῦς, ὃν ὁ λόγος ἀλείφειν κελεύει, τουτέστιν τῇ θείᾳ καταφαιδρύνειν γνώσει.

ΕΡΩΤΗΣΙΣ 71