1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

56

πραγματευσάμενος, καὶ ἐπέπεσεν ταῖς δαιμονικαῖς φάλαγξιν, καταργήσας αὐτῶν τὴν καθ᾽ ἡμῶν δυναστείαν.

ΕΡΩΤΗΣΙΣ 187 Ἐκ τοῦ οα' (71) ψαλμοῦ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ

πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη». ΑΠΟΚΡΙΣΙΣ ∆ῆλον πᾶσίν ἐστιν ὡς περὶ τῆς ἐνσάρκου πολιτείας τοῦ 14Α_256 Κυρίου ὁ

προφήτης τῷ Πνεύματι ταῦτα προεῖπεν. Ἡμέραι δὲ τοῦ Κυρίου εἰσὶν οὐχ ἃς ἐπὶ γῆς σωματικῶς διέτριψεν ἀλλ᾽ αἱ ἀρεταί, αἵτινες ἡμέρας δίκην φωτίζουσαι ἀνατέλλειν ἐν ἡμῖν τὴν δικαιοσύνην ποιοῦσιν. Ποίαν δικαιοσύνην ἢ τὴν ἀπονεμητικὴν ἕξιν τὴν μὴ ἐῶσαν ἐπανίστασθαι τὸ ἧττον τῷ κρείττονι, τουτέστιν «τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ πνεύματος»; «Πλῆθος δὲ εἰρήνης» ἐν ἡμῖν γίνεται ὅτ᾽ ἂν κατευνασθέντα τὰ πάθη ἀστασίαστα πρὸς τὴν ψυχὴν διαμένουσιν· τὸ δὲ «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη» τοῦτο δηλοῖ, ὅτι τοσαύτη γίνεται τῇ ψυχῇ ἐκ τῆς τοῦ Θεοῦ γνώσεως τῆς ἀνατελλούσης ἡμῖν τὴν δικαιοσύνην ὥστε καὶ αὐτὰς ψιλὰς τὰς φαντασίας τῆς ἀλλοιωτῆς ἡμῶν φύσεως αὕτη γὰρ ἡ σελήνη τέλεον ἀνταναιρεθῆναι.

«Καὶ κατακυριεύσῃ», φησίν, «ἀπὸ θαλάσσης ἕως θαλάσσης»· θάλασσαν ἐνταῦθα τὴν πρᾶξιν δηλοῖ, ἐξ ἧς ἀρχόμενος κυριεύει τῶν ὑποτασσομένων τῷ αὐτοῦ νόμῳ «ἕως θαλάσσης», τῆς ἀπλέτου δηλονότι γνώσεως, ἐν ᾗ ἐννήχονται διὰ τῆς τῶν ὄντων θεωρίας οἱ ταύτης μέτοχοι. Ἢ καὶ θάλασσαν τὸ βάπτισμα νόησον, ἐν ᾧ κατὰ τὸν προφήτην ἀφανίζεται τὸ πρόσωπον τοῦ ἀντικειμένου εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὄπισθεν αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, πρώτην θάλασσαν, ὡς εἴρηται, λέγων τὸ βάπτισμα, ἐσχάτην δὲ τὴν ἀνάστασιν, ἐν ᾗ τὰ ὀπίσθια τοῦ ἐχθροῦ καταργοῦνται· τότε γὰρ ἡ φύσις ἡμῶν ἀποτίθεται τελείως τὸν διὰ τῆς παραβάσεως ἐντεθέντα νόμον τῆς ἁμαρτίας.

Ἢ καὶ ἄλλως· ἀφανίζεται τὸ πρόσωπον τοῦ διαβόλου, τουτέστιν αἱ πονηραὶ πράξεις, διὰ τῆς πρακτικῆς· αὐτὴ γάρ, ὡς εἴρηται, ἡ πρώτη θάλασσα· ἀφανίζεται δὲ καὶ τὰ ὀπίσθια, τουτέστιν αἱ προλήψεις τῶν κακῶν καὶ αἱ φαντασίαι, διὰ τῆς δευτέρας θαλάσσης, τουτέστιν τῆς γνώσεως.

14Α_258 ΕΡΩΤΗΣΙΣ 188 Ἡ πρὸς Νικόδημον ἀπὸ τοῦ Κυρίου γενομένη διάλεξις, ἐν ᾗ λέγει ὅτι τὸ

πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, περὶ ποίου λέγει πνεύματος; ΑΠΟΚΡΙΣΙΣ Τινὲς μὲν περὶ τοῦ ἀερίου πνεύματος λέγειν τὸν Κύριον νομίζουσιν, ἐμοὶ δὲ

μᾶλλον φαίνεται ὅτι περὶ τοῦ ἁγίου Πνεύματος λέγει. Τοῦτο γὰρ ἐξουσιαστικῶς ὅπου θέλει πνεῖ, θέλει δὲ ἐν τοῖς δεκτικοῖς καὶ καθαροῖς τὴν διάνοιαν· οὗτοι γὰρ ἐμπνεόμενοι τὰ θεῖα χαρίσματα, πόθεν μὲν ἐδόθη αὐτοῖς τὸ οἱονοῦν χάρισμα ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκουσιν, οὐδὲ εἰς ποῖον τέλος καταντᾷ ἡ τοῦ χαρίσματος δωρεά, μόνον δὲ τὴν φωνὴν ἀκούουσιν, τουτέστιν αὐτὴν τὴν διὰ τῆς τοῦ βίου καθαρότητος τοῦ χαρίσματος ἐνέργειαν διαδεικνυμένην καὶ τρόπον τινὰ φωνὴν ἀφιεῖσαν, εἴτε διδασκαλίας ἐστὶν χάρισμα εἴτε ἰαμάτων εἴτ᾽ ἔτι *** *** ***

ΕΡΩΤΗΣΙΣ 189 Τί ἐστιν ἡ τοῦ Πνεύματος βλασφημία καὶ πῶς «πᾶν ἁμάρτημα ἀφεθήσεται

τοῖς ἀνθρώποις, τοῖς δὲ εἰς αὐτὸ βλασφημοῦσιν οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι»;

ΑΠΟΚΡΙΣΙΣ Ἡ περὶ τῆς τοῦ Πνεύματος βλασφημίας ἀπορία αὐτόθεν ἔχει τὴν λύσιν· τοῦ

γὰρ Κυρίου ἰάσεις ποιοῦντος ποικίλας, οἱ Ἰουδαῖοι τὰς τοῦ Πνεύματος ἐνεργείας τῷ