1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

67

Ἔστι δὲ καὶ ἑτέρας θεωρίας ἐπιβολὴ περὶ τούτου· «οὐ πάντες κοιμηθησόμεθα», ταῖς ἁμαρτίαις τὴν παῦσιν καὶ τὴν ἀνενεργησίαν ποιησάμενοι, οὐδὲ τὰ ἑαυτῶν πάθη κοιμήσομεν κατὰ τὸ «ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ»· σημαίνει γὰρ ὁ τῶν θείων ἐρώτων τὰ Ἄισματα γεγραφὼς ὅτι ὁ πάντη ἀνενέργητος γενόμενος πρός τε τὰ αἰσθητὰ πάντα καὶ νοητά, οὗτος μόνῃ τῇ καρδίᾳ ἀγρυπνεῖ, μόνῃ τῇ τοῦ Θεοῦ θεωρίᾳ ἐνευφραινόμενος. Τὸ δὲ πάντες δὲ ἀλλαγησόμεθα τὴν κοινὴν δηλοῖ τῆς ἀφθαρσίας ἀλλαγήν.

ΕΡΩΤΗΣΙΣ Α,77 Τί ἐστιν τὸ ἐν τῷ Ἀποστόλῳ εἰρημένον τὸ «ὄφελον καὶ ἀποκόψονται»; ΑΠΟΚΡΙΣΙΣ Τοῦτο εἴρηται ἀντὶ τοῦ "θρηνήσουσιν καὶ κόψονται", εἰς (14Α_322>

μετάνοιαν ἐρχόμενοι ὧν ἥμαρτον ἀναστατοῦντες τοὺς πιστούς. ΕΡΩΤΗΣΙΣ Α,78 Τίνος χάριν Μωαβεῖται καὶ Ἀμμανεῖται ἀπαγορεύονται εἰσελθεῖν εἰς τὸν

ναὸν τοῦ Κυρίου «ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα»;

ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ Μωαβείτης ἑρμηνεύεται 'ἔντερον πατρός,' Ἀμμανείτης δὲ 'πατὴρ

μητρός,' σημαίνεται διὰ τούτων ὅτι ὅστις ἀπ᾽ ἄλλου παραλάβῃ ὑπόδειγμα κακίας, οὗτος τὸ ἔντερον τοῦ πατρὸς ἐφανέρωσεν· ὅστις δὲ ἐξ αὐτοῦ τέκῃ τὴν ἁμαρτίαν, οὗτός ἐστιν πατὴρ μητρός, τουτέστιν τῆς ἰδίας ἁμαρτίας. Οἱ τοιοῦτοι οὖν οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα, τουτέστιν ὁ μὴ δι᾽ ἕξεως ἀγαθῆς καὶ πράξεως αὕτη γὰρ τρίτη καὶ τετάρτη γενεὰ τῶν ἀρετῶν καὶ διὰ τοῦ ὀνόματος καὶ τῆς πίστεως τοῦ Κυρίου Ἰησοῦ καὶ διὰ τὰς δέκα τοῦ νόμου ἐντολὰς καὶ διὰ τῆς τοῦ μέλλοντος αἰῶνος ἐσομένης παλιγγενεσίας ἑαυτὸν τῷ Θεῷ οἰκειῶν, οὐκ εἰσελεύσεται εἰς οἶκον Θεοῦ, τουτέστιν ἐν τῇ οὐρανίῳ πόλει, «ἐν ᾗ πάντων εὐφραινομένων ἡ κατοικία».

ΕΡΩΤΗΣΙΣ Α,79 Τί δήποτε ἐν μέρει λεπρὸς ἀκάθαρτός ἐστιν παρὰ (14Α_324> τοῦ νόμου, ὁ δὲ

ὁλόλεπρος ὢν καθαρός ἐστιν; ΑΠΟΚΡΙΣΙΣ Ὁ κατά τι μέρος λεπρὸς νεκρὸν ἔχει τὸ μέρος ᾧ ἐστιν ἡ λέπρα· ὑποφεύγοντος

γὰρ τοῦ ζωτικοῦ αἵματος κοιλαίνεται ὁ τόπος, καὶ ἡνίκα τῇ ἁφῇ τοῦ ἱερέως ὑπέκυπτεν ἡ κοίλανσις τῆς λέπρας, ἐμίαινεν τὸν τοιοῦτον· οὕτω καὶ ὁ κατά τι μέρος τῆς ψυχῆς λεπρωθεὶς κοιλανθείσης τῆς ψυχῆς, τουτέστιν ταπεινωθείσης διὰ τῆς ὑποχωρήσεως τῆς ζωτικῆς δυνάμεως τῆς ἀρετῆς, ἀκάθαρτος γίνεται. Ὁ δὲ ὁλόλεπρος τὴν μὲν χροιὰν τοῦ λεπροῦ ἔχει, τὸ δὲ ζωτικὸν αἷμα δι᾽ ὅλου τοῦ σώματος ἔχει ἐν τῇ ἐπιφανείᾳ ἐνεσπαρμένον. Τοῦτο οὖν σημαίνει ὅτι ὁ εἰς τὸ ἔσχατον πέρας τῆς κακίας ἐλθών, εἶτα μεταμεληθεὶς ἐπαναλαμβάνει τὴν ζωτικὴν τῆς ἀρετῆς δύναμιν, μόνον δὲ τὴν συνείδησιν ἔχει κεχρωσμένην ταῖς προτέραις προλήψεσιν· οὐ δύναται γὰρ ἅπερ ἔπραξεν μὴ λογίζεσθαι ὡς μὴ πράξας· διὰ τοῦτο οὖν ὁ νόμος τὸν τοιοῦτον καθαρὸν ἀποφαίνει.

ΕΡΩΤΗΣΙΣ Α,81 Τί δήποτε ὁ Χὰμ ἔπταισεν καὶ ὁ Χαναὰν κατηράθη; καὶ εἰ κατὰ τὸ γράμμα τις

τὴν τῆς Γραφῆς ἔννοιαν ἐκλάβοι, ἄδικος ἐν τούτῳ φανήσεται ὁ δίκαιος Νῶε, ἄλλου πταίσαντος ἐπ᾽ ἄλλῳ τὴν κατάραν φέρων· ἄλλως τε δέ, καὶ εἰ ὁ Χαναὰν κατηράθη, ἔδει (14Α_326> πάντως καὶ τὸ ἐξ αὐτοῦ γένος κατηραμένον εἶναι, εὑρίσκομεν δὲ τὸ γένος αὐτοῦ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Χριστοῦ προσδραμόν[τα] πίστει.

ΑΠΟΚΡΙΣΙΣ