1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

6

αἰσθητὰ ἐπιτερπῶς ἔχει, οὗτος χαύωνας ποιεῖ. ∆ιὰ τοῦτο καὶ τὸν νοητὸν Ναβουχοδονόσορ ἐν τῇ πύλῃ Ἱερουσαλήμ, τουτέστιν ἐν τῇ ψυχῇ, δέχεται βασιλεύοντα ἐν αὐτῇ, ἐκθλίβων αὐτὴν ὡς ὑποχείριον· Ναβουχοδονόσορ γὰρ ἑρμηνεύεται 'προφητεύων κρίσιν θλίψεως.'

ΕΡΩΤΗΣΙΣ 17 Τί δηλοῦσιν αἱ κατὰ τὸν νόμον προσαγόμεναι πέντε θυσίαι· τὸ πρόβατον, ὁ

βοῦς, ἡ αἴξ, ἡ τρυγὼν καὶ ἡ περιστερά; ΑΠΟΚΡΙΣΙΣ Κατὰ μὲν μίαν ἐπιβολὴν λαμβάνεται ὁ κριὸς μὲν ὡς ἡγεμονικὸν ἐπὶ τοῦ

λογιστικοῦ, ὁ δὲ ταῦρος ἐπὶ τοῦ θυμικοῦ, ἡ δὲ αἲξ ἐπὶ τοῦ ἐπιθυμητικοῦ, ἡ δὲ τρυγὼν ἐπὶ τῆς σωφροσύνης, ἡ περιστερὰ δὲ ἐπὶ τοῦ ἁγιασμοῦ. Εἰ δὲ δεῖ καὶ τὰ ἑκάστου ζῴου προσόντα φυσικῶς ζητῆσαι καὶ ἑκάστου αὐτῶν τὴν πρόσφορον ἐφαρμόσαι θεωρίαν, φασὶν οἱ τὰ τοιαῦτα ἐπεσκεμμένοι ὅτι τρία προσάγει τῷ κεκτημένῳ τὸ πρόβατον, τὸν μαλλόν, τὸ γάλα, τὸν ἀμνόν· ἡ δὲ κόρη τοῦ ὀφθαλμοῦ αὐτοῦ συμπεριπολεῖ τῷ ἡλίῳ καὶ ἑκάστης ἡμέρας ἀφοδεύει σπυράθους τριακοσίους ἑξηκοντα πέντε. Τὸ δὲ λογικὸν πρόβατον ὁ ἄνθρωπος, εἴπερ ἑαυτὸν θυσίαν προσφέρειν τῷ κεκτημένῳ Θεῷ ἐσπούδακεν, χρεωστεῖ διδόναι ὥσπερ μαλλὸν τὴν ἠθικὴν πρᾶξιν, ὡς δὲ γάλα τὴν φυσικὴν θεωρίαν θρεπτικὴ γὰρ αὐτὴ τοῦ νοῦ ὡς δὲ ἀμνὸν τὸν μαθητευόμενον ἀπογεννᾶν διὰ τῆς ἰδίας διδασκαλίας κατὰ πάντα ὅμοιον ἑαυτῷ καὶ τέλειον προσάγειν τῷ Θεῷ. Ἀλλὰ καὶ τὴν κόρην τοῦ ὀφθαλμοῦ ὁ τοιοῦτος ἔχει τῷ ἡλίῳ συμπεριπολοῦσαν, τουτέστιν τὸν νοῦν τῷ ἡλίῳ τῆς δικαιοσύνης διὰ τῆς προνοητικῆς 14Α_032 τῶν ὄντων διοικήσεως φέροντι τὰ ἡμέτερα συμπεριπολεῖ, τουτέστιν ἐπακολουθεῖ· ἔν τε γὰρ θλίψεσιν ἔν τε εὐημερίαις εὐχαριστῶν ἕπεται τῇ καλῶς ἀγούσῃ τὰ πάντα προνοίᾳ. Ἀποβάλλει δὲ ὁ τοιοῦτος ἑκάστης ἡμέρας σπυράθους τξε (365), τουτέστιν τὰ ὑπὸ χρόνον καὶ γένεσιν ὡς φθαρτὰ καὶ περισσὰ ἑκάστοτε ἀπορρίπτει.

Περὶ δὲ τοῦ βοός φασιν ὅτι τὴν καρδίαν τρίγωνον κέκτηται, τὸν δὲ νεφρὸν πεντάβολον· ἔχει δὲ καὶ τρεῖς στομάχους καὶ τὴν μὲν ἡμέραν φωτοειδεῖς ἔχει τοὺς ὀφθαλμούς, τῇ δὲ νυκτὶ πυροειδεῖς καὶ τρίτον τῆς ἡμέρας καὶ τρίτον τῆς νυκτὸς κατ᾽ ἀνατολὰς ὁρῶν πνέει φυσῶν· ὁ δὲ δεξιὸς αὐτοῦ ῥὶς εὐωδιάζει μόσχον, τὸ δὲ αἷμα αὐτοῦ ἀναιρετικόν ἐστιν πάντων τῶν ἡμέρων ζῴων χωρὶς τοῦ κυνός. ∆εῖ οὖν καὶ ἡμᾶς ὥσπερ βοῦν τὸν ζυγὸν φέροντας τοῦ Χριστοῦ καὶ τὸ ἄροτρον τοῦ λόγου μεταχειριζομένους, τὰς λιθίνας ἀνατέμνειν καρδίας καὶ τὰς μὲν ἀκάνθας τῶν παθῶν ἐκριζοῦν, πλατύνειν δὲ τὴν γῆν τῆς καρδίας πρὸς ὑποδοχὴν τοῦ θείου λόγου· ἔχειν δὲ καὶ τὴν καρδίαν τρίγωνον, τουτέστιν τὸν περὶ Τριάδος λόγον ὑγιῆ ἔχειν ἐν τῇ καρδίᾳ, ἵνα ὥσπερ ἡ καρδία διαδίδωσι φυσικῶς τὴν ζωὴν τῷ σώματι, οὕτως καὶ ἡ εἰς Θεὸν εὐσέβεια τὰ μέλη τῆς ψυχῆς συνίστησιν· τὸν δὲ νεφρὸν ἔχειν πεντάβολον, τουτέστιν τὸ ἐπιθυμητικὸν μὴ πρὸς τὰ πάθη τετράφθαι, ἀλλὰ διὰ τῶν πέντε αἰσθήσεων τὴν κτίσιν κατοπτεύειν εἰς μόνην ἐπιθυμίαν καὶ ἀγάπην τοῦ κτίσαντος· τρεῖς δὲ καὶ στομάχους κεκτῆσθαι· ὁ στόμαχος πρῶτον τὰ σιτία δεχόμενος καὶ διὰ τῆς πεπτικῆς δυνάμεως τὸ εἰλικρινὲς αὐτῶν ἑκάστῳ τῶν μελῶν παραπέμψας, τὸ λοιπὸν τῇ κοιλίᾳ δίδωσιν.

Οὕτως οὖν καὶ ἡμᾶς προσῆκεν διὰ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς θεωρίας ἀγομένους καὶ τὰ πρόσφορα πᾶσιν τοῖς μέλεσιν τῆς ψυχῆς ἀπονέμοντας, καὶ τοῦ ἥττονος προνοεῖσθαι μέρους, τουτέστιν τοῦ σώματος· τοῦτο γὰρ ἡ κοιλία· τρίτον δὲ τῆς ἡμέρας καὶ τρίτον τῆς νυκτὸς ἀφορῶντας πρὸς ἀνατολὰς 14Α_034 πνέειν, τουτέστιν τὴν τρισσὴν τοῦ Θεοῦ πρόνοιαν συντηρητικὴν καὶ ἐπιστρεπτικὴν καὶ παιδευτικὴν ἀφορῶντας, ἔν τε νυκτὶ πειρασμῶν ἔν τε ἡμέρᾳ εὐημερίας