1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

54

Ἢ καὶ ἄλλως· ἀγγαρευόμεθα τὸ τῆς πίστεως μίλιον, ἀπαιτούμεθα δὲ καὶ τὰ ἔργα τῆς πίστεως.

ΕΡΩΤΗΣΙΣ 179 Τί ἐστιν τὸ «ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν

ἄλλην»; ΑΠΟΚΡΙΣΙΣ Ἐάν σε, φησίν, οἱ δαίμονες διὰ τῶν λογισμῶν ῥαπίσωσιν εἰς τὴν δεξιὰν

σιαγόνα, ἐπαίροντες διὰ τῶν δεξιῶν ἔργων, στρέψον τὴν ἄλλην, τουτέστιν τὰ τῆς ἀριστερᾶς πράξεως ἔργα ὅσα ἡμῖν πέπρακται, ὑπ᾽ ὄψιν ἄγων.

ΕΡΩΤΗΣΙΣ 180 Τί σημαίνει τὸ εἰρημένον ἀπὸ τοῦ Κυρίου πρὸς τοὺς μαθητάς, ὅτι "οὐ μὴ πίω

ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ἂν αὐτὸ πίω καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου";

ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ βρῶσις καὶ πόσις ἐστὶν τοῦ Θεοῦ ἡ ἡμετέρα σωτηρία κατὰ τὸ

γεγραμμένον, ταύτην δὲ διὰ τῆς κατὰ σάρκα οἰκονομίας ἐκπληρώσας ὁ Κύριος καὶ τὸν περὶ ἡμᾶς αὐτοὺς 14Α_248 σωτήριον σκοπὸν εἰς πέρας ἀγαγὼν διὰ τῆς αὐτοῦ διδασκαλίας καὶ πολιτείας, τοὺς αὐτοῦ μαθητὰς ὑπὲρ τὴν αἴσθησιν ποιήσας γενέσθαι, οὐκέτι, φησίν, πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, τουτέστιν τῆς οἰκονομηθείσης διὰ τῆς αὐτοῦ ἐνδημίας τοῖς ἀνθρώποις σωτηρίας. Ἀλλ᾽ ἐν τῷ μέλλοντι αἰῶνι πίνει τοῦτο καινόν, τουτέστιν ἀνανεούμενον διὰ τοῦ ἁγίου Πνεύματος καὶ θεοὺς χάριτι τοὺς ἀξίους ἀπεργαζόμενος διὰ τῆς ἐκστατικῆς καὶ μεμεθυσμένης τῶν ἀγαθῶν μετουσίας.

ΕΡΩΤΗΣΙΣ 181 Τί ἐστιν τὸ «οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ

τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη»; ΑΠΟΚΡΙΣΙΣ Κηδόμενος ὁ Θεὸς τῆς τῶν ἀνθρώπων τότε σωτηρίας προεῖπεν ἔσεσθαι τὴν

αὐτῶν ζωὴν ἑκατὸν εἴκοσι ἔτη· ἕως οὗ γὰρ ἐχρηματίσθη ὁ Νῶε κατασκευάσαι τὴν κιβωτὸν ἐγένοντο εἴκοσι ἔτη· ἐν ἑκατὸν δὲ ἔτεσιν ἔμεινεν τεκταίνων τὴν κιβωτόν, ὥστε διὰ τῆς παραστάσεως ἐλθεῖν αὐτοὺς εἰς διόρθωσιν· μετὰ ταῦτα δὲ ἐπήγαγεν τὸν κατακλυσμὸν καὶ ἦρεν ἅπαντας. Καὶ ἀληθεύει ἡ Γραφὴ ἑκατὸν εἴκοσι ἔτη ἔσεσθαι τῇ γενεᾷ ἐκείνῃ ἐξότε ἠπείλησεν αὐτοῖς.

ΕΡΩΤΗΣΙΣ 182 Τί δηλοῖ ἐν ταῖς Πράξεσιν ὁ Εὔτυχος πεσὼν «ἀπὸ τοῦ τριστέγου,

διαλεγομένου τοῦ Παύλου»; ΑΠΟΚΡΙΣΙΣ Πᾶς νοῦς τὴν πρακτικὴν καθάπερ πρώτην στέγην ἀναβὰς 14Α_250 καὶ τῇ

φυσικῇ θεωρίᾳ ὡς δευτέρᾳ στέγῃ ἐπιστήσας ἑαυτὸν καὶ διὰ τῆς ἀνενδυάστου πίστεως τῷ τῆς θεολογίας ὕψει ὥσπερ τρίτῃ στέγῃ ἑαυτὸν ἐπιβιβάσας, εἶτα τοῦ θείου λόγου καταμελήσας καὶ νυστάξας, πίπτει ἀπὸ τοῦ εἰρημένου τριστέγου· εἰ δὲ ἐπιπίπτων αὐτῷ ὁ λόγος τῆς διδασκαλίας εὕρῃ ἐν αὐτῷ ζωτικόν τι καὶ μὴ πάντη διὰ τῆς ἀπογνώσεως ἐνεκρώθη, διὰ τῆς μετανοίας πάλιν ζωοποιεῖται.

ΕΡΩΤΗΣΙΣ 183 Πῶς τῆς προθέσεως οὐ ταὐτῆς οὔσης ἓν τὸ δηνάριον λέγεται ἐν τῷ

Εὐαγγελίῳ δίδοσθαι παρὰ τοῦ οἰκοδεσπότου τοῖς ἐν τῷ ἀμπελῶνι καμοῦσιν, καὶ ὅτι αἱ κλήσεις διάφοροι;

ΑΠΟΚΡΙΣΙΣ