1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

61

«Ηὐχόμην», φησίν, παραδοθῆναι ἀπὸ τοῦ Χριστοῦ τῷ διαβόλῳ ὥστε μαστιγωθῆναι καὶ τὰς ὑπὲρ τοῦ Ἰσραὴλ κολάσεις ὑπομεῖναι, ἅσπερ κατὰ τὸ δίκαιον ἐχρεώστουν ὑπὲρ τῆς εἰς Θεὸν αὐτῶν ἀπιστίας, μόνον ἵνα σωθῶσιν· καθ᾽ ὃν τρόπον καὶ ὁ Κύριος «παρέδωκεν ἑαυτὸν καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα».

ΕΡΩΤΗΣΙΣ Α,5 Κατὰ πόσους τρόπους ἐξαμαρτάνει ὁ ἄνθρωπος; ΑΠΟΚΡΙΣΙΣ Οἶμαι κατὰ τέσσαρας τρόπους ἁμαρτάνειν τὸν ἄνθρωπον, κατὰ συναρπαγήν,

κατὰ ἀπάτην, κατὰ ἄγνοιαν, κατὰ διάθεσιν. Καὶ αἱ μὲν πρῶται τρεῖς εὐχερῶς εἰς ἐπίγνωσιν καὶ μετάνοιαν ἔρχονται, ὁ δὲ ἐκ διαθέσεως ἁμαρτάνων καὶ μήτε τῇ πείρᾳ μήτε τῷ χρόνῳ εἰς μετάνοιαν ἐρχόμενος ἀνήκεστον ἔχει τὴν κόλασιν.

ΕΡΩΤΗΣΙΣ Α,6 Τί δηλοῖ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος λέγων ὅτι «δύο στρουθία ἀσσαρίου

πωλεῖται»; (14Α_284> ΑΠΟΚΡΙΣΙΣ Φασὶ τὸ ἀσσάριον δεκάνουμον εἶναι· δηλοῦται δὲ διὰ τοῦ δέκα τὸ ἰῶτα

γράμμα· ἀρχὴ δέ ἐστιν τοῦτο τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐξαγοράζεται οὖν διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ὁ παλαιὸς καὶ ὁ νέος λαός, καὶ ὁ ἔσω καὶ ὁ ἔξω ἄνθρωπος.

ΕΡΩΤΗΣΙΣ Α,7 Τί ἐστιν τὸ ἀπὸ Ἐλισσαίου, ἀναλαμβανομένου τοῦ Ἡλίου, ῥηθὲν "ποῦ ὁ Θεὸς

ἀφφώ;" ΑΠΟΚΡΙΣΙΣ Κατὰ τρεῖς ἐπιβολὰς ἑρμηνεύεται· ἢ "ποῦ ὁ Θεὸς τοῦ πατρός μου;" ἢ "ποῦ ὁ

Θεὸς τοῦ μεγάλου μου;" ἢ "ποῦ ὁ Θεὸς τοῦ κρυβέντος;" ΕΡΩΤΗΣΙΣ Α,8 Κατὰ πόσους τρόπους αἱ ἀλληγορίαι καὶ τί ἐστιν τροπολογία; ΑΠΟΚΡΙΣΙΣ Ἀλληγορία ἐστὶν ἡ ἐπὶ τῶν ἀψύχων, οἷον, ὀρέων, βουνῶν, δένδρων καὶ τῶν

λοιπῶν. Τροπολογία δέ ἐστιν ἡ ἐπὶ τῶν ἡμετέρων μελῶν, οἷον, κεφαλῆς, ὀφθαλμῶν καὶ τῶν λοιπῶν· τροπολογία γὰρ ἀντὶ τοῦ τρέπεσθαι λέγεται.

(14Α_286> ΕΡΩΤΗΣΙΣ Α,9 Τί ἐστιν τὸ ἐν τῷ ψαλμῷ εἰρημένον "καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου

κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον"; ΑΠΟΚΡΙΣΙΣ Ὁ τὴν τοῦ ὁμοπίστου πρᾶξιν κακηγορῶν καὶ ὥσπερ ἐγκαθήμενος τῇ τούτου

λοιδορίᾳ, οὗτος εἰκότως λέγεται κατὰ τοῦ ἀδελφοῦ καταλαλεῖν. Ὁ δὲ τὸν υἱὸν τῆς σοφίας κοσμούμενον φθόνῳ φερόμενος ἐνδιαβάλλων καὶ πάντας σκανδαλίζων, οὗτός ἐστιν 'ὁ τιθεὶς τῷ υἱῷ τῆς μητρὸς σκάνδαλον'.

ΕΡΩΤΗΣΙΣ Α,10 Ἐπειδὴ ἐν τῷ ἁγίῳ ∆ιαδόχῳ ἐν τῷ ἑκατοστῷ κεφαλαίῳ γέγραπται

'κριθήσεσθαί τινας διὰ πυρὸς καὶ καθαίρεσθαι ἐν τῷ μέλλοντι αἰῶνι', παρακαλῶ ἐκκαλυφθῆναί μοι διὰ τῆς σαφηνείας τὸν σκοπὸν τοῦ πατρός.

ΑΠΟΚΡΙΣΙΣ Οἱ τὸ τέλειον τῆς πρὸς Θεὸν ἀγάπης κεκτημένοι καὶ τὸ πτερὸν τῆς ψυχῆς διὰ

τῶν ἀρετῶν μετεωρίσαντες, κατὰ τὸν Ἀπόστολον ἐν νεφέλαις ἁρπάζονται καὶ εἰς κρίσιν οὐκ ἔρχονται. (14Α_288> Οἱ δέ γε μὴ πάντη τὸ τέλειον κτησάμενοι ἀλλὰ καὶ ἁμαρτήματα καὶ κατορθώματα κεκτημένοι, οὗτοι ἐν τῷ δικαστηρίῳ τῆς κρίσεως