1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

49

οὖν τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήψεται· εἴ τινος δὲ τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός».

ΑΠΟΚΡΙΣΙΣ Θεμέλιός ἐστιν ἡ τοῦ Χριστοῦ πίστις. Ἐποικοδομεῖ δέ τις ἐν αὐτῇ ὡς χρυσὸν

μὲν τὴν θεολογικὴν μυσταγωγίαν, ὡς ἄργυρον δὲ τὸν διαφανῆ βίον, λίθους δὲ τιμίους τοὺς εὐσεβεῖς λογισμούς, ξύλα δὲ τὴν περὶ τὰ αἰσθητὰ προσπάθειαν, χόρτον δὲ ὁ τὴν ἀλογίαν τρεφόμενος, καλάμην δὲ ὁ τὴν φθορὰν ἐργαζόμενος. Καὶ ἐπὶ μὲν τῶν ἐχόντων τὰς ἀγαθὰς πράξεις ἡ τῆς γνώσεως ἡμέρα δηλοῖ ὅτι ἐν πυρί, τουτέστιν ἐν τῷ Πνεύματι, γέγονεν ἡ τούτων ἀποκάλυψις. Ἐν δὲ τοῖς ἁμαρτάνουσιν τὰ ἔργα κατακαίονται, τῆς διαγνώσεως δικαιούσης τὴν συνείδησιν καὶ μειούσης τὰς ἁμαρτίας διὰ τῆς μετανοίας καὶ σῳζούσης τὸν ἄνθρωπον, ζημιούσης δὲ τοῦ προλαβόντος χρόνου τὴν ἀργίαν τῶν ἀρετῶν. Ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι τὰ ἔργα τῆς ἁμαρτίας 14Α_226 εἰς ἀνυπαρξίαν χωροῦσιν, τῆς φύσεως τὰς ἰδίας δυνάμεις σώας ἀπολαμβανούσης διὰ τοῦ πυρὸς τῆς κρίσεως.

ΕΡΩΤΗΣΙΣ 160 Τί ἐστιν ὅπερ ὁ ∆αβὶδ ψάλλει λέγων "δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ

σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου"; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ κατὰ φύσιν δοῦλοί ἐσμεν τοῦ Θεοῦ, τῆς δὲ παιδίσκης αὐτοῦ τῆς

σοφίας υἱοί, δοθῆναι ἡμῖν εὔχεται πρῶτον τὸ κράτος, τουτέστιν τὴν κατὰ τῶν παθῶν δυναστείαν, καὶ τότε διὰ τοῦτο ἡ σωτηρία ἡμῖν περιγίνεται.

ΕΡΩΤΗΣΙΣ 161 Ἐπειδὴ ἐν ταῖς Βασιλείαις γέγραπται ὅτι ὁ Θεὸς «ἐπέσεισεν τὸν ∆αβὶδ»

ἀριθμῆσαι τὸν λαόν, ἐν δὲ ταῖς Παραλειπομέναις τὸν διάβολον λέγει, πῶς οὖν δειχθήσεται ἡ θεία Γραφὴ ἑαυτῇ συμφωνοῦσα;

ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ Ἀπόστολος Θεὸν τοῦ αἰῶνος τούτου λέγει τὸν διάβολον, κατὰ

τοῦτο ἐκλημπτέον τὸ τῶν Βασιλειῶν. Ἢ καὶ ἄλλως· ἐπειδὴ χωρὶς τῆς τοῦ Θεοῦ προνοίας οὐδὲν γίνεται, ἀλλ᾽ εἴτε κατὰ εὐδοκίαν, εἴτε κατ᾽ οἰκονομίαν, εἴτε κατὰ συγχώρησιν τὰ πάντα γίνονται, τὸ ἐν ταῖς Βασιλείαις γεγραμμένον ὅτι ὁ Θεὸς ἐπέσεισεν ἀντὶ τοῦ "παρεχώρησεν" νοεῖν ἐστιν εὐσεβές, ἐν δὲ ταῖς Παραλειπομέναις τὸν διάβολον τὸν ἐνεργήσαντα καὶ αἴτιον γενόμενον. Ἑβδομήκοντα δὲ χιλιάδες πίπτουσιν ἢ οἱ 14Α_228 εὑρεθέντες μετὰ Ἀβεσαλὼμ ἢ οἱ τὸ πάθος ἔχοντες τῆς οἰήσεως καὶ ὑπερηφανίας. Κατὰ δὲ τὴν θεωρίαν, τοῦτο σημαίνει ὅτι πᾶς ∆αυΐδ, ὁ μὴ κατὰ διάθεσιν ἀλλὰ συναρπαγὴν ἐπάρσεως ἀπογεννήσας λογισμόν, μεταγνοὺς αἰτεῖται τὸν Θεόν, καὶ θνῄσκουσιν οἱ περὶ τὰ χρονικὰ καὶ πρόσκαιρα λογισμοί· ὁ γὰρ ἑβδομηκοστὸς ἀριθμὸς τὴν χρονικὴν κίνησιν σημαίνει διὰ τὸν ἑβδοματικὸν κύκλον. ∆ιὰ τοῦτο γὰρ παραιτήσασθαι ἄμεινον τοῦ ἀπὸ τῶν ἐχθρῶν δαιμόνων διώκεσθαι καὶ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.

ΕΡΩΤΗΣΙΣ 162 Τί σημαίνει ὁ παραλυτικὸς ὁ διὰ τῆς στέγης ὑπὸ τεσσάρων χαλώμενος καὶ εἰ

δυνατὸν κατὰ τὴν ἱστορίαν ἀποστεγασθῆναι τὸν οἶκον; ΑΠΟΚΡΙΣΙΣ Κατὰ μὲν τὴν ἱστορίαν πάντως ἀπεστεγάσθη ὁ οἶκος, ἐπειδὴ οἱ τῶν τόπων

ἐκείνων αὐτόπται γενόμενοί φασιν τὰς στέγας τῶν οἴκων ἀπὸ λίθου κισηρήτου εἶναι ἐλαφροτάτου, ὥστε τὸν ἀποστεγάσαι βουλόμενον εὐκόλως καὶ συντόμως δύνασθαι τοῦτο ποιεῖν. Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς τρόπον, παραλυτικός ἐστιν πᾶς νοῦς ἐν ἁμαρτίαις νοσῶν καὶ μὴ δυνάμενος διὰ τῆς φυσικῆς θεωρίας αὕτη γὰρ ἡ θύρα ἰδεῖν