1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

41

μετὰ τρεῖς ἡμέρας ἔρχεται νέφος βροχῆς καὶ βρέχει ἐπάνω αὐτοῦ καὶ ἀναζῇ, μηκέτι ἀειφάγον ὄν. Καὶ ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους ἀποκαλέσαι. ∆ύναται δέ τις εὐσεβῶς τοῖς οὖσιν ἐπιβάλλειν εἰδώς, καὶ κατὰ πνευματικὴν θεωρίαν ἐκλαβεῖν τὰ εἰρημένα. Πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶσθαι πέφυκεν καὶ ἐπειδὰν γεννηθῇ οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν αὐτὸ καρδίαν ἕως ἂν διὰ τῆς ἀγωνιστικῆς ἕξεως εἰς φανέρωσιν ἔλθῃ· καὶ ἐλθὸν θνῄσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς, καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ὡς διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσιν γνώσεως καὶ ζωοποιεῖ, οὐ κατὰ τὴν προτέραν ἐμπαθῆ ζωήν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ τῷ Θεῷ οἰκείαν.

ΕΡΩΤΗΣΙΣ 127 Τίς ἡ παραβολὴ τῶν ἐν τῷ Εὐαγγελίῳ μισθωθέντων ἐργατῶν εἰς τὸν

ἀμπελῶνα καὶ τίς ἡ δοκοῦσα ἀνισότης; 14Α_190 ΑΠΟΚΡΙΣΙΣ Ἡ τοῦ Θεοῦ κρίσις οὐ κατὰ χρόνον καὶ σῶμα γίνεται, διότι καὶ ἡ ψυχή,

ἄχρονος καὶ ἀσώματος οὖσα, διὰ τὸ μὴ κατὰ χρόνον τὴν αὔξησιν καὶ τὸ πέρας δέχεσθαι, ἀχρόνως καὶ τὰς κινήσεις τῆς διαθέσεως ποιεῖται. Καλὸν δὲ ἐν ὑποδείγματι διασαφῆσαι τὰ λεγόμενα· πολλάκις ἐστίν τις ἑβδομήκοντα χρόνους ἔχων ἐν τῷ μονήρει βίῳ, ἄλλος δὲ μίαν ἡμέραν· ἐπειδὴ δὲ ὁ τοῦ ἐπαγγέλματος σκοπός ἐστιν ἵνα τῆς πρὸς τὰ ὑλικὰ προσπαθείας καὶ σχέσεως ἀνασπάσας, τὴν ψυχὴν ὅλην μετενέγκῃ πρὸς Θεόν, ὁ οὖν ἑβδομήκοντα ἔτη ἔχων οὐδόλως περὶ τῆς τοιαύτης ἀπαθείας μεριμνήσας ἐτελεύτησεν, ὁ δὲ μίαν ἡμέραν ἔχων, πᾶσαν αὐτοῦ τὴν πρὸς τὰ ὑλικὰ ἐμπαθῆ διάνοιαν ἀνασπάσας, ὅλην τῷ Θεῷ ἐγκολπώσας ἐτελειώθη· ἐν τῇ οὖν γινομένῃ κατὰ τὴν κρίσιν διανομῇ, ὁ μὲν ἀξίως τὸν μισθὸν λαμβάνει ὡς εἰς πέρας τὸν σκοπὸν τοῦ ἐπαγγέλματος ἀγαγών, ὁ δὲ κατὰ χάριν καὶ μόνον ὑπὲρ οὗ τὸν τῆς ἀσκήσεως ὑπέμεινεν κόπον.

ΕΡΩΤΗΣΙΣ 128 Εἰ ἄρα τῷ Ἰὼβ ἀπαράδεκτος γέγονεν ἡ λύπη ἐν τοῖς συμβεβηκόσιν αὐτῷ; ΑΠΟΚΡΙΣΙΣ Ἀπαράδεκτον λύπης γεγενῆσθαι λέγομεν τὸν Ἰώβ· ὁ γὰρ ἅπαξ εὐσεβῶς τὴν

διάσκεψιν τῶν ὄντων ποιησάμενος καὶ βεβαιώσας ἐν ἑαυτῷ τὸ πρὸς τὰ παροδεύοντα μῖσος καὶ τὴν πρὸς τὰ ἀπαρόδευτα ἀγάπην, πῶς παθοῦσιν τοῖς παροδικοῖς διὰ τῆς ἐναλλαγῆς τοῦ τρόπου, ὅπερ φυσικῶς πάσχειν εἰώθασιν, λυπεῖσθαι ἠδύνατο;

ΕΡΩΤΗΣΙΣ 129 Τί οὖν οὐδεὶς τῶν ἁγίων ἐδέξατο λύπην καὶ πῶς περὶ 14Α_192 πολλῶν

ἁγίων λέγεται λύπην ἐσχηκέναι, καθὰ καὶ Παῦλος λέγει ὅτι "λύπη μοί ἐστιν ἀδιάλειπτος" καὶ τὰ λοιπά;

ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν περὶ τὰ πρακτὰ καταγινόμενος, ἕως ἂν ἡ συνείδησις αὐτὸν διὰ τὰς

κατὰ μνήμην φαντασίας κεντᾷ πλήττουσα, λυπεῖται πάντως τὴν ἐπαινετὴν λύπην· ὁ δὲ εἰς τὸ τῆς τελειότητος μέτρον ἐφθακώς, καὶ ὑπὲρ ταύτην γίνεται· ὁ γὰρ διὰ γνώσεως πεφωτισμένος, τὸ νοερὸν τῆς ψυχῆς Θεῷ ἀδιαιρέτως ἐξαπλώσας κατὰ τὴν ἴσην τῆς κινήσεως ταυτότητα, καὶ τὴν ἀνεκλάλητον χαρὰν ἐν τῇ διηνεκεῖ τοῦ θείου κάλλους τρυφῇ κτησάμενος, πῶς τὴν ταύτης ἀντικειμένην λύπην δέξηται;

Ποτὲ λυπεῖσθαι δὲ λέγονται οἱ ἅγιοι κατὰ μίμησιν τοῦ αὐτῶν ∆εσπότου· λέγεται γὰρ ἐπὶ Θεοῦ καὶ λύπη καὶ χαρὰ κατὰ τὴν πρόνοιαν, λύπη μὲν ἐπὶ τῶν ἀπολλυμένων, χαρὰ δὲ ἐπὶ τῶν σῳζομένων. Εἷς οὖν ὁ λόγος τῆς λύπης, πολλοὺς ἐπιδέχεται τρόπους διαθέσεων. Ἡ οὖν λεγομένη ἐπὶ τῶν ἁγίων λύπη ἔλεός ἐστιν καὶ