1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

4

πλήττεται· ἐὰν δὲ εἰς τὸν σταυρωθέντα Κύριον ἀτενίσει, οὗτινος ἡ σὰρξ ἐφ᾽ ὕψους κρεμασθεῖσα νεκρὸν εἶχεν τὸν ἐν τῇ ἡμετέρᾳ σαρκὶ τοῦ ὄφεως τῆς ἁμαρτίας νόμον καὶ ἀνενέργητον, σῴζεται. Χαλκοῦς δὲ ὁ ὄφις, ἐπειδὴ οὔτε μείωσιν οὔτε ἰὸν ἐπιδέχεται ἡ τοῦ χαλκοῦ φύσις, ὥσπερ οὐδὲ ὁ Κύριος προσήκατο ἰὸν ἁμαρτίας «οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν».

Ἐπειδὴ δὲ ὁ Θεολόγος Γρηγόριος μέμνηται λέγων «ὁ δὲ χαλκοῦς ὄφις κρεμνᾶται μὲν κατὰ τῶν δακνόντων ὄφεων, οὐχ ὡς δὲ τύπος τούτου τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ᾽ ὡς ἀντίτυπος» καὶ ὅτι «ὁ πιστεύων συννεκροῖ τὰς ὑπ᾽ αὐτὸν δυνάμεις», ἀναγκαῖον καὶ ταῦτα διασαφῆσαι. Ὁ δι᾽ ἀρετῆς καὶ γνώσεως τὸ 14Α_022 τῆς ψυχῆς ὀπτικὸν ἀνακαθήρας γινώσκει σαφῶς ὅτι ἡ κακία ἀνυπόστατός ἐστιν καὶ ἐν οὐδενὶ τῶν ὄντων ὑπάρχουσα εἰ μὴ μόνον ἐν τῷ πράττεσθαι. Ἐπεὶ οὖν ὁ ἀρχέκακος ὄφις τὴν σκολιότητα τῆς ἁμαρτίας ἐν τῷ ἀνθρώπῳ διὰ τῆς παρακοῆς ἐνεκέρασεν, ἐνκελεύεται Μωυσῆς κρεμάσαι τὸν χαλκοῦν ὄφιν, παραδηλῶν τὸ μέλλον ἐπὶ τοῦ Κυρίου γενήσεσθαι· αὐτὸς γὰρ καὶ μόνος διὰ τοῦ πάθους τοῦ σταυροῦ ἐστηλίτευσεν τὴν ἁμαρτίαν καὶ ἔδειξεν ἀνενέργητον καὶ νεκράν. Ὅστις οὖν ἀτενίζει ἐν αὐτῷ καὶ πιστεύει νενεκρῶσθαι καὶ ἀνενέργητον γενέσθαι τὸν ἐχθρόν, οὗτος καὶ «συννεκροῖ τὰς ὑπ᾽ αὐτὸν δυνάμεις»· οὐκέτι γὰρ οὔτε διὰ τῶν αἰσθήσεων οὔτε διὰ τῶν αἰσθητῶν δι᾽ ὧν εἶχεν τὸ κράτος, καταβλάψαι δύναται· διὰ τοῦτο οὖν εἴρηται τῷ πατρὶ «οὐχ ὡς τύπος, ἀλλ᾽ ὡς ἀντίτυπος», ὡς παραδηλοῦντος τὴν τοῦ διαβόλου νέκρωσιν.

ΕΡΩΤΗΣΙΣ 10 Πῶς χρὴ καὶ ἡμᾶς, εἴπερ «ὁ νόμος πνευματικός ἐστιν», ἑορτάζειν τὸ

σάββατον τῶν ἡμερῶν καὶ τὸ σάββατον τῶν ἑβδομάδων ὅπερ ἐστὶν ἡ Πεντηκοστή, καὶ τὸ σάββατον τῶν ἐνιαυτῶν τὴν ἑπταετερίδα, καὶ τὸ σάββατον τῆς ἑπταετερίδος ὅπερ ἐστὶν ὁ Ἰωβηλαῖος;

ΑΠΟΚΡΙΣΙΣ Ἑορτάζομεν τὴν ἑβδομάδα τῶν ἡμερῶν ὅτ᾽ ἂν τὴν τῶν κακῶν ἐνέργειαν

παύσωμεν, [ἢ] ἑορτάζομεν δὲ καὶ τὸ σάββατον τῶν ἑβδομάδων ὅτε τὰς συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν παύσωμεν. Ἑορτάζομεν δὲ καὶ τὸ σάββατον τῶν ἐνιαυτῶν ὅτε τὴν προσβολὴν τῆς ἐπιθυμίας μὴ παραδεξώμεθα, ἐπειδὴ ὁ ἐνιαυτὸς ἔχει τῶν καρπῶν τὴν ἀναβλάστησιν καὶ τὴν ἐπιθυμίαν ἐν τούτοις διεγείρουσαν. Ἑορτάζομεν δὲ καὶ τὸν ἰωβηλαῖον ὅτε τὰς μνήμας τῶν κακῶν καὶ φαντασίας τὰς ἐκ προλήμψεως ἡμῖν ἐπισυμβαινούσας τέλεον καταπαύσωμεν· τὸ γὰρ ἰωβηλαῖον 14Α_024 ἑρμηνεύεται 'ζῶντος λύσις δεσμῶν' ἢ 'ζῶντος ἀπαλλαγὴ πένθους·' ὅτε γάρ τις τὴν ἀπάθειαν τελείαν κτήσηται, τότε λύεται τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ τοῦ πένθους ἀπαλλαγεὶς χαρὰν τῇ ψυχῇ εἰσοικίζεται.

ΕΡΩΤΗΣΙΣ 11 Τί σημαίνει Ἐλισσαῖος ἀναστήσας τὸν υἱὸν τῆς Σουμανίτιδος; ΑΠΟΚΡΙΣΙΣ Ἐλισσαῖος ὁ προφήτης δηλοῖ τὸν Κύριον, ὁ δὲ τῆς Σουμανίτιδος παῖς τὴν

ἀνθρωπείαν φύσιν. Ἐπειδὴ γὰρ ἠσθένησεν αὐτὴ διὰ τῆς παραβάσεως καὶ τῷ διαβολικῷ καύσωνι ἐθανατώθη, ἀπέστειλεν ὁ Κύριος τὸν Μωυσῆν διὰ ῥάβδου θαυματουργοῦντα, καθάπερ καὶ Ἐλισσαῖος τὸν Γιεζεί, καὶ οὐκ ἀνέστησεν τὸν ἄνθρωπον, οὔτε δὲ οἱ προφῆται τοῦτο ἴσχυσαν. Αὐτὸς οὖν διὰ φιλανθρωπίαν ὁ Κύριος τὴν ἡμετέραν σάρκα ἀναλαβών, διὰ τῶν ταύτης παθημάτων τὴν νεκρωθεῖσαν ἡμῶν φύσιν ἐζωοποίησεν.

ΕΡΩΤΗΣΙΣ 12