1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

120

ποιμὴν, ὁ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὃν ὁ Πατὴρ ἀναβιβάσας ἐκ τῆς γῆς ὑπερύψωσεν, χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ψ. ΛΕʹ. Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἐπίδοξα ἡμῶν συνέπεσαν· καὶ 235 ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας· καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα, Ἰδού εἰμι ἔθνει οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα· ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ἐνταῦθα προφητευθείσης πρότερον τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, ἑξῆς σημαίνεται ἡ τῶν ἐθνῶν ἐκλογὴ διὰ τοῦ Χριστοῦ γενομένη· ἐκ προσώπου γάρ τοι τοῦ λαοῦ εὐχὴν ἀναπέμψαντος τοῦ προφήτου, ὁ λόγος ἀποκρίνεται τὴν σκληρίαν καὶ τὸ ἀπειθὲς τοῦ προτέρου λαοῦ διελέγχων, καὶ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ παριστάς· πῶς γὰρ, φησὶ, ταῦτα φατὲ ὡς ἐμοῦ πρὸς τὸ σώζειν ὑμᾶς ὀκνοῦντος; καὶ μὴν καὶ τοῖς μὴ ἐπερωτήσασί με, μὴ δὲ ζητήσασιν ἐμφανῶς ἐμαυτὸν παρέστησα. Καὶ δὴ πρόδηλον ὅπως ὁ τοῦ Θεοῦ Λόγος τὸ πρότερον ἀγνοούμενος τοῖς ἔθνεσιν, ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀγαθότητι καὶ φιλανθρωπείᾳ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων, ἐμφανὴς αὐτοῖς ἐγενήθη, μηδεπώποτε αὐτὸν δι' ἣν εἶχον περὶ τὰ εἴδωλα πλάνην περὶ ὧν ἐδέοντο ἐρωτήσασι, εὑρέθη τε ἡμῖν τοῖς μὴ ζητήσασιν αὐτὸν, ἀλλὰ καὶ μὴ ἐπικαλεσαμένοις αὐτοῦ τὸ ὄνομα ἐνανθρωπήσας ἀπεκρίνατο, μονονουχὶ βοῶν τὸ, ἰδοὺ πάρειμι. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐθνῶν κλήσεως σαφῶς ὁ λόγος προφητεύει· ἑξῆς δὲ αὖθις δυσωπητικώτατα πρὸς τὸν τῶν Ἰουδαίων λόγον ἐπιφέρει λέγων, ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου, πρὸς λαὸν ἀπειθοῦντα καὶ 236 ἀντιλέγοντα. ∆ύναταί γε μὴν διὰ τούτων καὶ τὸ σχῆμα τοῦ κατὰ τὸν σταυρὸν πάθους αὐτοῦ σημαίνεσθαι. Τοσαῦτα καὶ τὰ ἀπὸ τοῦ Ἡσαίου· ἀλλὰ γὰρ ἐν τέτταρσι καὶ τὴν τῶν Ἐκλογῶν ὑπόθεσιν ἐν τῷ τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς ἐνάτῳ τούτῳ συγγράμματι περιγράψαντες, ἐν τῷ δεκάτῳ τοῖς ἀπὸ τῶν ἀθέων αἱρέσεων τὸν λογισμὸν καταβεβλαμμένοις ἑτέραν ἁρμόττουσαν ἔφοδον παρασχεῖν πειρασόμεθα.