1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

41

Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἠνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ' οὐκ οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας. Τοῦ Ἰώβ. Θʹ. Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ' ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχη 111 ρῶν· λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα. Ψ. Ἀπὸ τοῦ Ὠσηέ. Ιʹ. ∆ιότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ, ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα ἃ περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν ∆ιδύμου Φυσικῶν ταῦτα παραθετέον· Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστὶ κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ' ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ' Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ' ἂν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ' ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει. Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ' ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινα παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει. 112 Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΑʹ. Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν. ∆ιότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου. Ἀντὶ τοῦ, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ, δουλεύσας τῷ Ἑβραϊκῷ, Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου, ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα ἀπηκριβωμένως πεπληρῶσθαι φήσας αὐτὴν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν· χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ. Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας