1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

68

ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται· ̣σιξ̣ ὅπως εἴρηται τὸ, ἐπὶ τὸν θρόνον ∆αυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν· ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ ∆αυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι' ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα. Ηʹ. Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον 185 καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιον μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐδ' αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ' ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν· ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην ἐν ταῖς ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ τῶν ἀνθρώπων μετεπλάσθησαν, καὶ τὴν φύσιν αὐτὴν ἀπὸ τοῦ θηριώδους μετέβαλον βίου, λύκοι τινὲς ὄντες τὸ πρότερον καὶ πορδάλεις τὸν τοιονδὶ τρόπον λέοντές τε καὶ ὅσα ἄλλα θηρία τε καὶ ἑρπετὰ κατ' ἀναλογίαν τῆς ἐν ἑκάστῳ ποικίλης κακίας τε καὶ πονηρίας ἡ προφητεία καταλέγει· οἱ καὶ μεταθέμενοι 186 καὶ ὡσπερεὶ μεταπλασθέντες εἰς τοσοῦτον ἡμερότητος ἤλασαν, ὡς συμβόσκεσθαι αὐτοὺς τὴν αὐτὴν ἔσθοντας τῶν ἱερῶν τοῦ Θεοῦ λόγων τροφὴν τοῖς ἡμερωτάτοις τὰ ἤθη δικαίοις ἀνδράσι τοῦ Θεοῦ, οὓς διὰ τὴν τοιανδὶ τῆς ψυχῆς ἀκακίαν τιθάσοις καὶ ἡμερωτάτοις ζῴοις, τοῖς τε ἀναγεγραμμένοις ἐνταῦθα παιδίοις ὁ θεῖος ἀπείκασε λόγος. Εἰ δὲ πρὸς ταῦτα τίς δυσπειθῶς ἔχοι, λεγέτω εἰ οἷόν τε ἄλλως κατὰ τὴν πρόχειρον διάνοιαν σώζειν τὴν λέξιν· διὰ τί γὰρ ἢ καὶ πῶς ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται; μὴ τροπολογείτω δὲ μήτε τὴν ῥάβδον, μὴ δὲ τὸ ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ· οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει