1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

116

λαοῦ διὰ τοῦ, εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Πολλῆς δὲ δεομένων ἐρευνήσεως καὶ ἐξετάσεως τῶν 224 κατὰ τὸν τόπον, ᾧ μέλει τῆς τοῦ Σωτῆρος ἐντολῆς λεγούσης, ἐρευνᾶτε τὰς γραφὰς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, ἐπιμελέστερον οὗτος ἐρευνήσας τὰ ἐν αὐτοῖς εἴσεται. Ψ. ΚΗʹ. Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια ∆αυὶδ τὰ πιστά. Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν· ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέν σε. Τούτοις τὰ λεγόμενα συνίησιν ὑποδεχόμενος ὁ λόγος πνευματικὰς τροφὰς, θείαν τε καὶ οὐράνιον τρυφὴν, ἔτι τε ζωὴν οὐ τὴν σαρκὸς ἀδιάφορον, ἀλλὰ τὴν ἀΐδιον τῆς ψυχῆς. Προσυπισχνεῖται τοῖς αὐτοῖς διαθήκην αἰώνιον διαθήσεσθαι, ἥν τινα φησὶ τὰ ὅσια ∆αυὶδ τὰ πιστὰ περιέξειν. Τίς ἂν οὖν εἴη καὶ αὕτη μετὰ τὴν πρὸς καιρὸν τὴν διὰ Μωσέως καινή τις καὶ αἰώνιος διαθήκη δοθήσεσθαι τούτοις, πρὸς οὓς ὁ λόγος, προφητευομένη; Ἡ καινὴ τῶν ἱερῶν εὐαγγελίων γραφὴ, τὰ ὅσια ∆αυὶδ περιέχουσα διὰ τὸν ἐκ σπέρματος αὐτοῦ γενόμενον Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ· τοῦτον δὲ καὶ μαρτύριον δεδωκέναι φησὶν ὁ Θεὸς οὐχὶ τῷ Ἰσραὴλ, ἀλλὰ τοῖς ἔθνεσιν, ἄρξοντα τούτων καὶ τούτοις προστάξοντα, οὐχὶ δὲ τῷ προ 225 τέρῳ τῷ ἐκ περιτομῆς λαῷ. Ταῦτα δὲ τὰ ἔθνη πρότερον οὐδαμῶς αὐτὸν ἐπιστάμενα, ὅτε ἔγνω αὐτὸν υἱὸν τοῦ Θεοῦ τυγχάνοντα, Σωτῆρα καὶ Θεὸν ἐπεκαλέσατο αὐτόν· ἀλλὰ καὶ οἱ μηδεπώποτε αὐτὸν ἐπεγνωκότες ἡμεῖς κατεφύγομεν ἐπ' αὐτὸν, τῆς προτέρας ἀποφυγόντες πλάνης, καὶ ὑπὸ τὰς ἀντικειμένας ἐνεργείας δουλείας. Ταῦτα δὲ, φησὶν ἡ προφητεία, γενήσεσθε ἕνεκεν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐδόξασεν αὐτόν· σαφὲς δ' ὅπως ἐδόξασεν αὐτὸν ὁ Πατὴρ κατὰ τὴν ἐνεχθεῖσαν πρὸς αὐτὸν ἐξ οὐρανοῦ φωνὴν, τὴν καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὅρα δ' εἰ μὴ συγγενῆ τυγχάνει τοῖς ἐνθάδε ῥητοῖς φάσκουσι τὸ, ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε· καὶ λαοὶ οἳ οὐκ ἔγνωσάν σε ἐπὶ σὲ καταφεύξονται, τὰ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ, ἔνθα ἐλέγετο, ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. Τούτοις ὅμοια τυγχάνει καὶ τὰ ἐν ἑπτὰ καὶ δεκάτῳ Ψαλμῷ ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. Ἡμεῖς μὲν οὖν ἀληθεῖς πιστεύοντες τὰς προφητείας πεπληρῶσθαι αὐτὰς ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ πεπείσμεθα, συναισθόμενοι ὅπως ἡμεῖς αὐτοὶ πλανώμενα ἔθνη τὸ πάλαι τυγχάνοντες, ἐλαυνόμενοί τε ὑπὸ χαλεπῶν δαιμόνων κατὰ πᾶσαν εἰδωλολατρείαν, καὶ μήτε τὸν μόνον ἀληθῆ Θεὸν ἐπιστάμενοι, μήτε προφητικῆς ἐπαΐοντες φωνῆς, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδασκαλίας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ τῶν ὅλων παρεληλύθαμεν, πεπιστεύκαμέν τε ταῖς θεοπνεύστοις γραφαῖς, καὶ τὸν προφητευ 226 θέντα τοῦ Θεοῦ Λόγον παραδεδέγμεθα, μὴ δ' ὅλως αὐτὸν τὸ πρὶν ἐπιστάμενοι. Τοσαῦτα δὴ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐεργετηθέντες διδασκαλίας, πῶς οὐκ ἂν δικαίως παραδεχοίμεθά τε καὶ ἐκθειάζοιμεν αὐτὸν, ἅτε υἱὸν Θεοῦ ἡμῶν τε αὐτῶν τυγχάνοντα Σωτῆρα; Ψ. ΚΘʹ. Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ μέσου· ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Ὁ Χριστὸς τοῦ Θεοῦ μόνος κατ' ἀλήθειαν παρὰ