1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

119

κόσμῳ· ἀλλὰ καὶ ὡς εὔφορον καὶ ἀγαθὴν γῆν ἐγεώργησεν αὐτὴν, ἔτι τε ὡς κῆπον αὔξοντα καὶ θάλλοντα τοῖς 232 ἐν αὐτῷ βλαστήμασι, οἷς καὶ ὁ μέγας τοῦ Θεοῦ παράδεισος καταπεφυτεῦσθαι λέγεται· ἔσται δὲ ταῦτα φησὶν, ἐπεὶ δίκαιος ὢν Κύριος, καὶ οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ ἐθνῶν ὑπάρχων Θεὸς, ἀνέτειλε τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ' ἔστι τὸν Χριστὸν αὐτοῦ, ἐναντίον πάντων τῶν δι' αὐτοῦ πιστευόντων ἐθνῶν. Ψ. ΛΓʹ. Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ, Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιὼν, ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. ∆ιατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου. Πάλιν ἐνταῦθα ἡ προφητεία παρακελεύεται λαβεῖν σύσσημον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ὑπισχνουμένη ἐξάκουστόν τι ποιήσειν τὸν Κύριον ἕως ἐσχάτου τῆς γῆς· ὃ καὶ πέρας εἴληχεν φεν ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ παρουσίας, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ φθόγγου τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν. Ἑξῆς εἴρηται· εἴπατε ταῖς θυγα 233 τράσι Σιών· δηλαδὴ ταῖς ἐξ ἐθνῶν ἐκκλησίαις· αὗται γάρ τοι θυγατέρες ἂν εἶεν τῆς ἐπουρανίου Σιὼν, ἥτις ἐστὶ μητὴρ ἡμῶν κατὰ τὸν ἀπόστολον· ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὰ τούτοις ἑξῆς, δι' ὧν δηλοῦται ἡ δευτέρα τοῦ Χριστοῦ παρουσία, ὅτε κριτὴς ἥξει ἀποδώσων ἑκάστῳ τῶν ἐπὶ τοῦ παρόντος πόνων τοὺς μισθοὺς, καὶ ὧν ἕκαστος φαύλων εἰργάσατο νῦν τὰς ἀμοιβάς. Ἑξῆς τούτοις οἱονεὶ ἐπερωτῶν ὁ λόγος φησὶν, Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ὃ ἑρμηνεύεται γήϊνος ἐρύθημα ἱματίων ἐκ Βοσόρ· οὕτως ὡραῖος ἐν στολῇ; Τοῦτο δὲ ἔοικεν εἰρηκέναι ἀποθαυμάζων τὸ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὴν κένωσιν, καὶ τὴν ἐπὶ γῆς διατριβὴν, καὶ μετὰ τὸ πάθος, καὶ τὴν κάθοδον τὴν εἰς νεκροὺς, ὡραῖον καὶ λαμπρὸν τοῦ κάλλους τοῦ Σωτῆρος ἐν μηδενὶ συγχυθέντος, μηδὲ ῥύπον μήτε μὴν κηλίδα καὶ σπίλον ἀπὸ τῆς ὑλικῆς καὶ σωματικῆς καταστάσεως τῶν τε γηΐνων καὶ ἀνθρωπείων πραγμάτων ἀναδεξαμένου· ἔτι δὲ καὶ τὴν ἰσχὺν αὐτοῦ καταπληττόμενος, τὴν πᾶσαν τοῦ διαβόλου στρατιὰν καταγωνισαμένου. Ἐπιφέρει τὸ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; πρὸς ἣν πεῦσιν ὁ Σωτὴρ ἀποκρίνεται, διδάσκων ὅστις ποτὲ εἴη, καὶ φησὶν, Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίμα σωτηρίου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ λόγος ὡς διὰ τὸ πάθος φησὶν, διὰ τί σοῦ ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἑξῆς· οἷα γὰρ ἀμνὸς τοῦ Θεοῦ, ἄρας εἰς ἑαυτὸν τὰς ἁμαρτίας τοῦ κόσμου, ἐκ τῶν ἡμετέρων ἁμαρτιῶν ἐρυθρὰ τὰ ἱμάτια περιεβάλετο· ὡς διὰ τοῦτο καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ 234 λέγεσθαι τὸ, καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά· ταῦτα δ' ἦν τὰ ἐκ τῶν ἡμετέρων ἁμαρτημάτων ἐνδύματα· δι' ἃ μικρῷ πρόσθεν ἐλέγετο, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς γάρ τοι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάλιν δ' ὁ Σωτὴρ ἀμειβόμενος τὴν ἐρώτησιν, ὅθεν ἐρυθρὰ γένοιτο αὐτοῦ τὰ ἱμάτια διδάσκει λέγων, ἐκ τῶν ἐθνῶν· ἅπερ ἔθνη, μηδενὸς ἀνθρώπων αὐτῷ συνεργοῦντος, μόνος ὑπέταξεν, καταπατήσας τὴν ἀντικειμένην πᾶσαν δύναμιν τῶν πολεμίων αὐτῷ πονηρῶν πνευμάτων. Ψ. Λ∆ʹ. Καὶ ἐμνήσθη Κύριος ἡμερῶν αἰωνίων· ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ὑπὸ τοῦ Κυρίου ἀναβιβασθεὶς ἐκ τῆς γῆς, ποιμὴν τῶν τοῦ Θεοῦ προβάτων, ἢ ὁ Σωτὴρ ἡμῶν ὁ ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ; Οὗτος γάρ ἐστιν ὁ καλὸς