1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

50

ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. Ἔοικε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἶναι φωνὴ καὶ ἡ φάσκουσα περὶ μὲν τοῦ ἐν Ἱερουσαλὴμ νέω τὸ, ἐγκαταλέλοιπα τὸν οἶκόν μου· περὶ 136 δὲ τῆς προτέρας συναγωγῆς, ἣ καὶ μερὶς ποτὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ γέγονεν, τὸ, ἀφῆκα τὴν κληρονομίαν μου, κατὰ τὸ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάξει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Αὐτὸς δ' ὁ εἰπὼν, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, φησίν· καὶ τὸ, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Τούτῳ δὲ καὶ ἐγενήθη ἡ προτέρα κληρονομία ὡς λέων ἐν δρυμῷ· ἔδωκέν τε ἐπ' αὐτὸν τὴν φωνὴν αὐτῆς, ὁπηνίκα παραδόντες αὐτὸν τῷ Πιλάτῳ ἑστήκεισαν κατηγοροῦντες αὐτοῦ καὶ μονονουχὶ βοῶντες, αἶρε, αἶρε, σταύρου αὐτόν· διὰ τοῦτο δέ φησιν, ἐμίσησα αὐτὴν, διὰ τὰ μίσους ἄξια αὐτῆς ἔργα, καὶ διὰ τὸ μηδὲν εἰς αὐτὸν ἀγάπης ἄξιον ἐπιδείξασθαι· τὸ δ' ἑξῆς, καὶ μάλιστα τὸ, δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ἔοικεν δηλοῦν τὴν διὰ τὸν Σωτῆρα μετὰ τὸ πάθος αὐτοῦ τελείαν γενομένην ἅλωσιν καὶ αἰχμαλωσίαν τοῦ προτέρου λαοῦ, καὶ τὴν εἰς ἔσχατον τῆς Ἱερουσαλὴμ ἐρήμωσιν. Ψ. Τοῦ αὐτοῦ. ΛΕʹ. Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. ∆ιὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ 137 γνώσονται ὅτι ἐγὼ Κύριος. Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου. Ψ. Τοῦ αὐτοῦ. Λʹ. Ἰδοὺ, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται καὶ Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν ∆αυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. Τούτοις τὰ παραπλήσια καὶ ἐν ἑτέρῳ τοῦ αὐτοῦ προφήτου τόπῳ εἴρηται ἐν τούτοις· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαναστήσω σοι τὸν λόγον μου τὸν ἀγαθὸν, ὃν ἐλάλησα ἐπὶ τὸν οἶκον Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα· ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνατελῶ τῷ ∆αυὶδ ἀνατολὴν 138 δικαίαν. Οἷς ἑξῆς ἐπιφέρει, ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ ∆αυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι τοῖς Λευίταις· οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα καὶ θύων θυσίαν, καὶ ποιῶν θῦμα πάσας τὰς ἡμέρας. Καὶ πάλιν· Τάδε λέγει Κύριος· εἰ διασκεδάσετε τὴν διαθήκην μου τὴν ἡμέραν, καὶ τὴν διαθήκην μου τὴν νύκτα, τοῦ μὴ εἶναι ἡμέραν καὶ νύκτα ἐν τῷ καιρῷ αὐτῶν· καί γε ἡ διαθήκη μου διασκεδασθήσεται μετὰ ∆αυὶδ τοῦ δούλου μου, τοῦ μὴ εἶναι αὐτῷ υἱὸν βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ τοὺς Λευίτας τοὺς ἱερεῖς τοὺς λειτουργοῦντάς μοι· ὡς οὐκ ἐξαριθμηθήσεται ἡ δύναμις τοῦ οὐρανοῦ, οὐδὲ ἐκμετρηθήσεται ἡ ἄμμος τῆς θαλάσσης, οὕτως πληθυνῶ τὸ σπέρμα ∆αυὶδ τοῦ δούλου μου καὶ τοὺς Λευίτας τοὺς λειτουργοῦντάς μοι. Καὶ αὖθις μετὰ βραχέα