1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

29

ὡς οὐχ ὑπόκεινται τὰ ἔθνη τῷ Μωσέως νόμῳ· καὶ προσακτέον γε τοῖς ἐκ περιτομῆς τὸ ῥητὸν ἐγκαλοῦσι τοῖς ἐξ ἐθνῶν διὰ τὸ μὴ βιοῦν κατὰ τὸν Μωσέως νόμον, δεικτέον τε ὡς ἅρα ἕτερόν τινα παρὰ Μωσέα νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ὁ προφητικὸς ἐπίσταται λόγος, ὡς ἐν εὐχῇ φάσκων τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, δῆλον δ' ὅτι τοῖς ἔθνεσιν· ἐπιφέρει γ' οὖν τούτῳ τὸ, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσὶν, ὡσεὶ ἔλεγεν, ἀναλαμβανέτω τὰ ἔθνη γνῶσιν καὶ ἐπιστήμην τῆς λογικῆς αὐτῶν οὐσίας διὰ τοῦ μέλλοντος αὐτοῖς καθίστασθαι νομοθέτου· οὗτος δ' ἂν εἴη ὁ Χριστὸς, ὁ τὴν κοινὴν νομοθετήσας ἡμῖν διαθήκην τῷ λέγειν, ἐρρέθη τοῖς ἀρχαίοις τάδε τινὰ, ἐγὼ δὲ λέγω τάδε· ὃς καὶ θείᾳ καὶ ἀρρήτῳ δυνάμει κρατῦναι τοὺς ἑαυτοῦ νόμους οὐκ ἐπὶ ἕν τι ἔθνος ἢ δεύτερον, οὐδ' ἐπὶ μέρος τὶ τῆς ὅλης οἰκουμένης, ἀλλ' οὐδὲ ἐπ' ὀλίγον τινὰ δεδύνηται χρόνον, ἀλλ' ὥς ἐστιν ἐξ αὐτῆς παραλαβεῖν 77 τῆς ἐνεργείας εἰς τὸ διηνεκὲς καὶ ἐπὶ πάντα τὰ ἔθνη. Εἰ δὲ μὴ προσίοιτό τις ταῦθ' οὕτως ἔχειν, δεικνύτω τινὰ ἂν ἄλλον ἔχοι λέγειν παρὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ νομοθέτην ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ κατασταθέντα τοῖς ἔθνεσι, διδάσκαλον γεγενημένον ἅπασιν ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας. Ψ. Ψαλμοῦ ιαʹ. ʹ. Ἐπεὶ ἐν τῷ ἑνδεκάτῳ Ψαλμῷ ὁ Κύριος φησίν· ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ· ἐξετάζομεν μὴ περὶ Χριστοῦ προσώπῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ διδάσκοντι καὶ ταῦτα ἂν ἁρμόζοι, τοιάνδε διάνοιαν ἔχοντα· ἕνεκα τῶν ἐν ταλαιπωρίᾳ κακίας γεγονότων ἐθνῶν, πτωχῶν ὀνομαζομένων ψεκτῶς διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ Θεὸν πλούτου, κενώσας ἑαυτὸν, ἀναδεξάμενός τε μέχρι καὶ θανάτου τὸν ὑπὲρ αὐτῶν ἀγῶνα, νῦν ἀναστήσομαι, καὶ δὴ λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν παρὰ τοῦ Πατρὸς, πάντας τοὺς εἰς ἐμὲ πιστεύσαντας θήσομαι εἰς σωτηρίαν, καὶ παρρησιάσομαι ἐν αὐτῷ, ἤτοι τῷ Πατρὶ, ἢ τῷ πεπραγμένῳ μοι ἐπὶ σωτηρίᾳ τῶν τοσούτων ἀνδραγαθημάτων. Καὶ ἡ μὲν τοῦ ῥητοῦ τοιαύτη τίς ἂν εἴη διάνοια· τὰ μέντοι γε πρῶτα τοῦ Ψαλμοῦ, Σῶσόν με ὁ Θεὸς περιέχοντα ὅτι ἐκλέλοιπεν ὅσιος, καὶ τὰ ἑξῆς, τὸν καιρὸν καθ' ὃν πέπονθεν ὁποῖός τις ὑπῆρχε δηλοῖ· 78 ἐκλελοίπει γὰρ ὅσιος τότε, καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ τὰ τούτοις δὲ ἑξῆς ἅπαντα κατ' ἐκεῖνον πεπλήρωτο τὸν χρόνον. Ψ. Ψαλμοῦ ιεʹ. -Ζʹ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. ∆ιὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ὅτι δὲ καὶ ταῦτα εἰς πρόσωπον ἀναφέρεται Χριστοῦ μαρτυρεῖ ὁ Πέτρος ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι, δι' ὧν ταῦτα φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς ἀπὸ Θεοῦ δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ' ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. ∆αυὶδ γὰρ λέγει, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός. Εἶτα τινὰ μεταξὺ εἰπὼν, ἐπιφέρει ταῦτα κατὰ λέξιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἕως τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ 79 ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην,