1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

12

πολλῆς δὲ καταπλήξεως καὶ φαντασίας αὐτὰ δὴ ταῦτα ἀναγέγραπται· καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, καὶ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ἐν τῇ παρεμβολῇ· καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος Σινά. τὸ ὄρος Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτοῦ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς αὐτοῦ ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγίνοντο δὲ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ, κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωσῆν, καὶ τὰ ἑξῆς. Ὅτι μὲν οὖν κατέβη Κύριος διὰ τούτων μεμαρτύρηται· ὅτι δὲ καὶ ὤφθη οὐκέτι εἴρηται, ὃ ἐπὶ μόνων τῶν πατριαρχῶν τετήρηται. Οὐκοῦν παρουσία μὲν ἐγεγόνει τοῦ Κυρίου· ὀπτασία δὲ, οὐκ αὐτοῦ, ἀλλὰ δῆλον ὅτι τῶν ἀμφ' αὐτὸν δορυφόρων ἀγγέλων, δι' ὧν χρησίμως τῷ λαῷ φοβερὰν καὶ καταπληκτικὴν ἐποιήσατο τὴν ὀπτασίαν, εὐλάβειαν ὅμου καὶ φόβον καὶ πίστιν τὴν εἰς αὐτὸν κρατῦναι ἐν αὐτοῖς προμηθούμενος εἰς φυλακὴν καὶ τήρησιν τῶν μελλόντων αὐτοῖς παραδίδοσθαι νόμων. Καὶ ὅτι γε πλείους ἐτύγχανον οἱ τῷ Κυρίῳ κατὰ τὴν νομοθεσίαν διακονούμενοι ἄγγελοι, 31 αὐτὸς Μωσῆς ἐν ταῖς εὐλογίαις παρίστησι λέγων, Κύριος ἐκ Σινᾶ ἥκει, καὶ ἐπέφανεν ἐκ Σιεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ, καὶ τὰ ἑξῆς· δι' ὃ καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσιν ὡς πρὸς τὸν λαὸν ἀποτεινόμενος φησίν, οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. Ἀπὸ τῆς Ἐξόδου. -Ιʹ. Ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στύλος τῆς νεφέλης πρὸ προσώπου αὐτῶν· καὶ ἐπορεύθη καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ. Εἶτ' ἐν τοῖς ἑξῆς ἡ θεία διδάσκει γραφὴ, τί ποτε ἦν ἡ νεφέλη φάσκουσα· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν ἐκ στύλῳ τῆς νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· καὶ πάλιν, Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς· καὶ αὖθις, καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης. Οὐκοῦν διὰ τούτων ἕτερος ἦν σαφῶς τῆς νεφέλης ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ ἄγγελος, καὶ ἡ νεφέλη δὲ ἄλλη μὲν τίς ἐτύγχανεν παρ' αὐτὸν ἄγγελον, τοῦ δὲ Κυρίου αὐτοῦ σωματικὸν ὥσπερ ὄργανον ἦν· δι' οὗ, τὴν φύσιν ὢν αὐτὸς ἀσώματος, καὶ πάσης ἐπέκεινα αἰσθητῆς καὶ ὑλικῆς οὐσίας, δι' αἰσθητῆς φωνῆς τῆς ἰδίας ἠξίου ὁμιλίας τὸν θεράποντα· καὶ τῆς τοιαύτης 32 τε οἰκονομίας αὐτὸς ὁ Κύριος τὸν λόγον ἀποδιδοὺς τῷ Μωσεῖ φησὶν, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· ἀλλ' ἐπὶ μὲν τοῦ λαοῦ, οἷα σωματικωτέρου τυγχάνοντος, δι' αἰσθητῆς φωνῆς ὁμίλει, ἐπὶ δὲ τῶν πατριαρχῶν, οὔτε νεφέλης οὔτε στύλου πυρὸς δεομένων, ἕτερος ἐγίγνετο τῆς τε ὀπτασίας καὶ τῆς πρὸς αὐτοὺς ὁμιλίας ὁ τρόπος. Καὶ ὅτι γε οὐκ ἦν ἀγγελική τις δύναμις ἡ διὰ τῆς νεφέλης χρηματίζουσα, ἀλλ' αὐτὸς ὁ Θεὸς, πρὸς τοῖς προαποδεδειγμένοις δηλοῦται καὶ διὰ τῆς οὕτως ἐχούσης γραφῆς· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν, Βάδιζε καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου. Καὶ πάλιν· Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν, σὺ καὶ ὁ λαὸς, καὶ τὰ ἑξῆς· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου. Ταῦτα γὰρ ἀγγέλῳ μὲν οὐδαμῶς λέγειν ἁρμόττει, Θεῷ δὲ μόνῳ, καὶ τῷ καθ' ὅλην τὴν ἱστορίαν διὰ τοῦ τετραγράμμου δηλουμένῳ Κυρίῳ. Ἆρ' οὖν ὁ τῶν ὅλων ποιητὴς καὶ Θεὸς τῶν ἁπάντων εἰς τοσοῦτον κατήει, ὡς ἐπὶ σωματικοῦ ὄρους ὀχεῖσθαι, καὶ παιδαγωγοῦ δίκην συμβαδίζειν