1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

9

διὰ τί προσεκύνησαν οἱ ἀδελφοὶ αὐτοῦ, ἐπὶ τίνι δὲ κατορθώματι ἢ καὶ πότε ἤνεσαν αὐτόν; Πῶς δ' ἄν τις καὶ τὰ λοιπὰ τῆς προφητείας ἐπ' ἐκεῖνον ἁρμόζων διηγήσεται; Ἀλλ' οὐδὲ ἐπὶ τὴν φυλὴν εὐλογίστως τίς αὐτὰ ἀναφέροι, ὅτι μὴ μόνον ἐκ τῆς Ἰούδα φυλῆς ἄρχοντες κατέστησαν τοῦ λαοῦ· οἵ τε γὰρ μετὰ Μωσέα κριταὶ ἐκ διαφόρων γενόμενοι φυλῶν διήρκεσαν ἡγούμενοι ἐπὶ ἔτεσιν ἐγγὺς ποῦ πεντακοσίοις, μεθ' οὓς ἐκ φυλῆς Βενιαμὶν πρῶτος ἁπάντων βασιλεύει Σαοὺλ, καὶ οὕτως μετὰ τούτους οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύουσιν οὐδ' ὅλοις ἔτεσι πεντακοσίοις· εἶτα μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν οἱ ἐκ φυλῆς Λευῒ προέστησαν τῶν πραγμάτων ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας. Τί οὖν μᾶλλον περὶ τῆς Ἰούδα φυλῆς τὰ προειρημένα φησὶν ἡ προφητεία, οὐχὶ δὲ καὶ περὶ τῶν λοιπῶν; Οὐκ ἄρα οὐδὲ ἐπὶ τὴν φυλὴν ἁρμόζοι τὰ δηλούμενα· τὸν μέντοι γε ἐπ' 23 ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανέντα Ἰούδαν ἀληθινὸν ἴσμεν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ταμίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν καὶ Ἰούδαν ὀνομασθέντα· ὥσπερ δὴ καθ' ἑτέραν Ἰσραὴλ, καὶ κατ' ἄλλην Ἰακὼβ, καὶ ∆αυὶδ, καὶ ἄλλοτε ἄλλως· τοῦτον δὲ καὶ οἱ ἱεροὶ ἀπόστολοι, καὶ πάντες ὅσοι τοῦ πνεύματος τῆς υἱοθεσίας ἠξιώθησαν, ἤνεσάν τε καὶ προσεκύνησαν· αἱ χεῖρές τε αὐτοῦ, ἃς συμβολικῶς ἡγούμεθα εἶναι τὰς πράξεις, κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ, τοῦτ' ἔστιν τῶν νοητῶν πολεμίων φευγόντων αὐτὸν γεγόνασιν· οὗτος δὲ καὶ ὡς σκύμνος λέοντος εἴρηται, εἴτε διὰ τὴν κατὰ σάρκα γένεσιν ἐκ βασιλικῆς φυλῆς, καὶ τῆς τοῦ ∆αυὶδ ῥίζης, καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γεγενημένην· εἴτε διὰ τὴν θεότητα, ἧς ἑαυτὸν κενώσας ἐνηνθρώπισεν, δι' ἣν εὐκαίρως καὶ τὸ, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ὑπὸ τοῦ Ἰακὼβ ἀναπεφώνηται. Ὅτε μὲν οὖν τὴν ἐκ βλαστοῦ καὶ ἐκ ῥίζης αὐτοῦ γένεσιν ἐδήλου τοῦ Σωτῆρος, σκύμνον λέοντος αὐτὸν ὠνόμασεν, εἰπὼν, σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ὅτε δὲ τὴν ἀνάβλησιν καὶ τὴν κατὰ τὸ πάθος αὐτοῦ κοίμησιν προφητεύει, ἀμφότερα αὐτὸν φησὶ καὶ ὡς λέοντα καὶ ὡς σκύμνον ἐν τῷ, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τότε γὰρ οὐ μόνον ὡς ἐκ βασιλικοῦ τυγχάνων γένους, ἀλλὰ καὶ ὡς αὐτὸς βασιλεὺς ὢν ἀνύψωτο· ὁμολογούντων αὐτὸν τῶν ἐθνῶν, εἰ καὶ μὴ οἱ ἐκ περιτομῆς ἤθελον, ὡς ἄρα αὐτὸς εἴη ὁ βασιλεὺς τοῦ Ἰσραήλ· καὶ ἄλλως δὲ ῥηθείη ἂν, ἐπειδὴ πρὸς ἀντικειμένας δυνάμεις αἰρομένῳ πόλεμον καὶ καταλύειν μέλ 24 λοντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον, ἔδει παρεῖναι τῷ ἐκ βλαστοῦ Ἰακὼβ κατὰ σάρκα γεγενημένῳ τὴν θεότητα τοῦ Λόγου· εἰκότως λέοντι μὲν ἡ θεότης παραβέβληται διὰ τὸ κεχειρῶσθαι καὶ νενικηκέναι πάσας τὰς ἀγρίας καὶ ἀτιθάσους δυνάμεις· σκύμνῳ δὲ λέοντος, ὃ ἀνειλήφει σαρκίον ἐκ τῆς τοῦ Ἰούδα βασιλικῆς τυγχάνων φυλῆς· ἀλλὰ καὶ εἴπερ ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ἐστὶν ὡρυόμενος, ὅρα μὴ τούτου σκύμνος πᾶς ἂν λεχθείη ἁμαρτωλὸς, ἐπεὶ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἐπεὶ οὖν καὶ ὁ Σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐλήλυθε, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα· καὶ, μὴ γνόντα αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ὅρα μὴ τούτων ἕνεκεν κατά τινα βαθύτερον λόγον οὔτε λέοντα οὔτε σκύμνον, ἀλλ' ὡς λέοντα καὶ σκύμνον γεγονέναι αὐτὸν παρὰ τὸν τοῦ πάθους καιρὸν ἡ προφητεία θεσπίζει· ἐπεὶ καὶ αὐτὸς τὸ ἑαυτοῦ πάθος τῷ τοῦ ὄφεως παραβάλλει λέγων, ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. Ἐπὶ τούτοις σεσιωπημένως τὸ κατὰ τὴν ἀνάστασιν αὐτοῦ μυστήριον ὑπαινίττεται διὰ τοῦ, τίς ἐγερεῖ αὐτόν; Σαφὲς δ' ἡμῖν ἐκ τοῦ συμπεράσματος γέγονε τίς ἤγειρεν Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· δῆλον γὰρ ὅτι ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ. Ἑξῆς δὲ λέγεται τὰ ἀπὸ τοῦ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· ἅπερ εἰ μὲν ἐξ ἑτέρας ἀναγινώσκοιμεν ἀρχῆς, λέγοιτο ἂν ὡς περὶ ἁπάντων τῶν ἐκ τοῦ Ἰουδαίων γένους καθηγησαμένων τοῦ λαοῦ, καὶ εἴη ἂν κατ' αὐτὴν τὴν