1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

91

ἀρξάμενοι ἀπὸ Κύρου τῶν τοῦ ἔθνους προέστησαν πραγμάτων· πρόδηλον γὰρ ἀπό τε τῆς ἱερᾶς γραφῆς, οὐ μὲν μὴν ἀλλὰ καὶ ἀπὸ τῶν προτεθεισῶν τοῦ Ἰωσήπου φωνῶν, ὡς ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἐξ αὐτοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου ἡγεμόσι καὶ ἄρχουσι τοῖς κατὰ διαδοχὴν ἐχρῶντο, μέχρι ὧν ὁ Ἰώσηπος ὀνομάζει Ἀσαμωνίου παίδων, οὓς ἡ γραφὴ Μακκαβαίους ὠνόμασεν, ὧν πρῶτος ἀρχιεράτευσεν Ἰούδας ὁ Μακκαβαῖος ἐπικληθεὶς, ὃς καὶ καθηγήσατο τοῦ λαοῦ τοὺς Ἀντιόχου τροπωσάμενος στρατηγούς· μεθ' ὃν Ἰωνάθης ἀδελφὸς αὐτοῦ ὁμοῦ τὴν ἀρχιερωσύνην καὶ τὴν τοῦ λαοῦ διαλαμβάνει προστασίαν· καὶ αὖθις τούτου ἀδελφὸς Σίμων ἀρχιερεὺς, μεθ' ὃν Ὑρκανὸς, μεθ' ὃν Ἰούδας, ὁ καὶ Ἀριστόβουλος, διαδέχεται· καὶ πρῶτος ἐπὶ τῇ ἀρχιερωσύνῃ καὶ βασιλείᾳ περιέθετο διάδημα· μεθ' ὃν τὴν ἀρχιερωσύνην ὁμοῦ καὶ τὴν βασιλείαν παραλαβὼν Ἀλέξανδρος ἐπὶ διαδόχῳ γυναικὶ τελευτᾷ· 157 ἐν ᾧ τῶν ἐν τῷ ∆ανιὴλ συμπερασθεισῶν ἑβδομάδων οἱ ἐξ ἱερέων ἄρχοντες χριστοὶ προσαγορευόμενοι διαλείπουσιν· ὥστε δηλοῦν τὸ φάσκον λόγιον, ἕως χριστοῦ ἡγουμένου, τόσασδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θʹ καὶ ξʹ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ' ἔστι χρόνων ον γʹ καὶ πʹ καὶ υʹ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων. Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται· μεθ' ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἐξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. ∆ιαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θʹ κατασχοῦσα τελευτᾷ· μεθ' ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει· Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ' ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν. Ἡρώδης 158 παρὰ τῆς συγκλήτου Ῥωμαίων ἐγχειρίζεται· ὡς μὲν ὁ Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος κατὰ πατέρα τὸ γένος ὢν, Ἀράβιος δὲ κατὰ μήτερα· ὡς δ' ὁ Ἀφρικανὸς, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, φασὶν οἱ τὰ κατ' αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον, τοῦτον δ' εἶναι αὐτῷ πατέρα, Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεῶ τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι. Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα (sic) αὐτῷ μετὰ τῶν ἄλλων προφητῶν καὶ ἡ παρὰ Μωσεῖ φερομένη τοῦ Ἰακὼβ πληροῦται πρόρρησις, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα φήσασα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν· καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις Ἡρώδου, καθ' ὃν ὁ Χριστὸς γεγέννηται, οὐ διέλειπεν ἡ ἐξ αὐτῶν Ἑβραίων κατὰ διαδοχὴν τοῦ παντὸς ἔθνους ἡγησαμένων ἀρχή· πρώτου δὲ τὸ γένος ἀλλοφύλου βασιλεύσαντος αὐτῶν Ἡρώδου, αὐτίκα μὲν καὶ ἡ τοῦ Χριστοῦ παρουσία πληροῦται, καὶ ἡ τῶν ἐθνῶν προθεσπισθεῖσα προσδοκία διὰ τῆς εἰς πᾶν ἔθνος διαδραμούσης τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας ἔργῳ συντελεῖσθαι ἤρξατο· τότε καὶ ἡ ἐν τῷ ∆ανιὴλ μετὰ τὰς διαληφθείσας ἡμῖν ἑβδομάδας πρόρρησις ἐπεσφραγίζετο, φάσκουσα, καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβʹ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. 159 Τίνα μὲν οὖν τρόπον ἡ τῶν προρρηθεισῶν ἑβδομάδων τῶν τε