1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

27

λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. Περὶ τούτου ἄρα εἴρηται καὶ ἐνθάδε ὑπὸ τοῦ ὄρους τοῦ Χριστοῦ, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὑπὸ τίνος δὲ κατεστάθη; δῆλον ὅτι ὑπὸ τοῦ φήσαντος πρὸς αὐτὸν Πατρός, τὸ υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοὶ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι γε ἀληθὴς ἡ προφητεία καὶ ἀψευδὴς ἡ ὑπόσχεσις, πάρεστιν διαγνῶναι ἀπὸ τῶν ἐν οὕτω βραχεῖ χρόνῳ προσεληλυθότων ἐκ παντὸς ἔθνους τῇ διὰ τοῦ Σωτῆρος ἡμῶν θεοσεβείᾳ· ἢ λεγέτωσαν οἱ πρὸς τὴν ἐνέργειαν ἀντιβλέπειν ἀναιδῶς τολμῶντες, τίνι ἂν ἔχοιεν ἐφαρμόζειν μὴ παραδεχόμενοι ταῦθ' οὕτως ἔχειν τὴν προφητείαν; ∆αυὶδ μὲν γὰρ τὸν βασιλέα, περὶ οὗ ταῦτα τινὲς ὠήθησαν λέγεσθαι, οὐχ οἷοί τε ἂν εἶεν παραστῆσαι τοιάδε τινὰ πεπονθότα, ὡς ἀρχόντων καὶ βασιλέων ἐθνῶν τε καὶ λαῶν ἐπιβεβουλευκότων αὐτῷ· πότε δὲ ἢ καὶ ἐπὶ πηλίκοις ἀνδραγαθήμασι εἶπεν ὁ Κύριος τῷ ∆αυὶδ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; Πῶς δὲ καὶ τὸ, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, λέγοιτ' ἂν ὡς πρὸς αὐτὸν σαφῶς περιορισθείσης αὐτοῦ τῆς βασιλείας ἐπὶ μόνον τὸν Ἰσραὴλ καὶ τοὺς τῆς Ἰουδαίας ὅρους; ∆ιὰ τί δὲ καὶ οὐ προσίενται τὸν ἐληλυθότα Χριστὸν ἀποκρινέσθωσαν· ἆρά γε ἐπειδὴ πέπονθεν ἕτερον τοίνυν προσδοκᾶν αὐτοὺς ἀνάγκη μηδὲν τοιοῦτον ὁποῖον 72 οὗτος πεισόμενον; Καὶ πῶς ἂν πληρωθεῖεν αἱ προφητεῖαι πλεῖστα ὅσα παθεῖν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐν ἑτέροις μὲν πλείοσιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προλέγουσαι ψαλμῷ; Ἆρα δὲ χρὴ νομίζειν ἀθεεὶ τὴν περὶ τοῦ τῶν ὅλων Θεοῦ διδασκαλίαν ἐνεσπαρκέναι τοῦτον τῇ οἰκουμένῃ· ἔστιν δὲ κἂν ἐπινοῆσαι ἀνθρωπίνην ὁρμὴν καὶ ψιλὴν τοῦ τυχόντος ἐπιβολὴν τοσοῦτον ἰσχῦσαί τε καὶ δυνηθῆναι, ὡς διὰ μόνης τῆς αὐτοῦ διδασκαλίας ἄνευ θεότητος συνεργούσης παντοδαπὰς ἀκροατῶν διαθεῖναι ψυχὰς περὶ τὸν τῶν ὅλων Θεὸν ταῦτα πεῖσαι πάλαι πρότερον, καὶ εἰς ἔτι νῦν πείθειν καταλιπεῖν μὲν ἔθη πάτρια, βίον τε ἄθεσμον καὶ ἀνήμερον καὶ ἀκόλαστον, θεοσεβείᾳ δὲ μόνῃ προσέχειν, καὶ ταύτην οὐ μόνον τῆς ὑπαρχούσης οὐσίας, ἀλλὰ καὶ δι' αὐτοῦ τοῦ πᾶσιν περιποθήτου ζῆν προτιμᾶν; Ἀλλ' οὐκ οἴομαί τινα τῶν κἂν μετρίως εὐγνωμονεῖν ἐθελόντων μὴ οὐχὶ συνομολογεῖν τὰ τηλικαῦτα μετὰ συνεργούσης θείας καὶ ὑπὲρ ἀνθρώπων δυνάμεως διὰ τοῦ Σωτῆρος ἡμῶν γεγονέναι· ἐξ ὧν ὁμοῦ μὲν καὶ ἡ θεότης ἀποδείκνυται τοῦ ἐνανθρωπίσαντος Κυρίου, ὁμοῦ δὲ καὶ τὰ τεκμήρια σαφῶς παρίσταται τοῦ εἰληφέναι αὐτὸν ὑπὸ τοῦ Πατρὸς τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Ὅλα δὲ τὰ κατὰ τὸν ψαλμὸν διηγεῖσθαι οὐ τοῦ παρόντος τυγχάνει καιροῦ, μάλιστα ὅτε πληρεστάτης ἤδη τετύχηκεν διηγήσεως. 73 Ψ. Ψαλμοῦ γʹ. -Γʹ. Καὶ τὸν τρίτον ψαλμὸν ἐπὶ τὸν Χριστὸν ἐκλαμβάνειν εὐχερὲς, ἀκολούθως τοῖς πρὸ αὐτοῦ διδάσκοντα τὰ περὶ τῆς κατ' αὐτοῦ ἐπιβουλῆς διὰ τοῦ, Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; καὶ τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἃ καὶ δηλοῦται διὰ τοῦ, Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Ἁρμόσειε δ' ἂν τῷ Χριστῷ καὶ ἕκαστος τοῦ Ψαλμοῦ στίχος τῆς προσηκούσης τυχὼν ἐξηγήσεως· ἔχει δὲ λόγον καὶ τὸ τρίτον αὐτὸν τεταγμένον τὰ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου θεσπίζειν ἀκολούθως ταῖς πρὸ αὐτοῦ προφητείαις· ὁ μὲν γὰρ πρῶτος, καθὼς ἀποδεδώκαμεν, τὸν ἄληπτον βίον καὶ τὴν ἄνευ ἁμαρτίας αὐτοῦ πολιτείαν διδάσκει· ὁ δεύτερος τὰ κατὰ τὸ πάθος· τούτοις τοιγαροῦν καὶ ὁ τρίτος ἑξῆς τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ θεσπίζει. Ψ. Ψαλμοῦ ηʹ. -∆ʹ. Τοῦ ὀγδόου ψαλμοῦ τὰ μὲν πρῶτα ἀπὸ τοῦ, Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, περὶ τῆς ἐξ ἐθνῶν κλήσεως ἔοικε προφητεύεσθαι· διὸ καὶ ἐπιγέγραπται ὑπὲρ τῶν ληνῶν· ληνῶν νοουμένων τῶν ἀνὰ