1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

90

πλατεία καὶ τεῖχος. Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ' ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ' ὃν ὁ ∆ανιὴλ προφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις. Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἱερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον· Καὶ ἐν τῷ πρώτῳ ἔτει 154 Κύρου βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐγγράπτως, λέγων, Οὕτως εἶπεν Κύρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς παρέδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ' ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν Ἰουδαίᾳ. Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλήμ· καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρεται· Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβεν Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ. Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθριδάτου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαμανασσὰρ ἄρχοντι τοῦ Ἰούδα. Ἐπὶ τούτοις ἱστορεῖ ἡ γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα· τεσσαράκοντα γοῦν καὶ ἓξ ἔτη ἀπὸ Κύρου καὶ ἐπὶ τὸ ∆αρείου ἕκτον ἔτος περιγράφεται, ἐν ᾧ πέρας ἴσχει τὰ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὅθεν εἰκότως ἀπὸ τῶν λοιπῶν ἑβδομάδας ζʹ τὰς πρώτας ὁ λόγος ἀφωρίσατο, τὸν μεταξὺ χρόνον τῆς πρώτης καταβολῆς τῶν τοῦ ναοῦ θεμελίων καὶ τῆς εἰς ἄκρον αὐτοῦ ἀναπληρώσεως ἐμφῆναι βουλόμενος. Κύρος μὲν γὰρ ἔτη τριάκοντα καὶ ἓν βασιλεύσας, Καμβύσῃ τῷ παιδὶ παραδίδωσι τὴν ἀρχήν· οὗ ἐπὶ ἐννέα διαγενομένου ἔτεσι, ∆αρεῖος τὴν βασιλείαν παραλαβὼν, αὖθις μετὰ 155 Κύρον διὰ τοῦ προγράμματος τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι προστάττει. Καὶ δὴ κατὰ τὸ ἕκτον αὐτοῦ τῆς ἀρχῆς ἔτος, ὅπερ ἦν ἀπὸ Κύρου τεσσαρακοστὸν καὶ ἕκτον, τὰ τῆς οἰκοδομῆς ἀποπληροῦται· ὅθεν ὁρμώμενοι τῷ Σωτῆρι ἡμῶν ἔλεγον, μʹ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Κατὰ δὲ τὸν Ἰώσηπον οʹ θʹ καὶ μʹ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ ∆αρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζʹ (sic) μηνὶ τοῦ ἐνάτου τῆς ἐπὶ ∆αρείου βασιλείας ἔτους· οἷς καὶ ἐπιφέρει λέγων, κατῴκισαν δὲ ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατορικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους. Ἅιδε μὲν οὖν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζʹ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος ∆αρείου περιοριζόμεναι, πρόδηλον οὖν δι' ἣν αἰτίαν τῶν τὸν ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβʹ ἐπὶ ποίους περιορίζονται χρόνους. Τὸ μὲν δὴ ἔνατον ἔτος ∆αρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ' Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ' ἣν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἁπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται ςʹ· ἐντεῦθεν δ' ἐπὶ τὴν τελευτὴν Σίμωνος Ἰουδαίων ἀρχιερέως τῆς κατὰ Συρίαν ἀρχῆς ζʹ καὶ οʹ καὶ ρʹ διαγενέσθαι ἡ πρώτη 156 τῶν καλουμένων Μακκαβαϊκῶν σημαίνει γραφὴ, μέχρι τούτου περιγράφουσα τὴν ἱστορίαν· πάλιν δ' ἐντεῦθεν τὰς τῶν ἱερέων διαδοχὰς ἀκριβέστατα ἐπισημαινόμενος ὁ Ἰώσηπος μετὰ Σίμωνα τὸν προδεδηλωμένον φησὶ καθηγήσασθαι τοῦ λαοῦ Ἰωάννην τὸν καὶ Ὑρκανὸν ἔτεσιν θʹ καὶ κʹ· τοῦτον δὲ διαδέξασθαι Ἀριστόβουλον, ὃν καὶ βασιλεῦσαι ἐνιαυτόν· μετὰ δὲ τοῦτον Ἀλέξανδρος ἔτεσι κζʹ, μεθ' ὃν τὴν γυναῖκα Ἀλεξάνδραν, ἐφ' ἣν τὰ πάντα ἀπὸ ἐνάτου ἔτους ∆αρείου ἔτη συνάγεται υλδʹ, ὁπόσα δ' ἂν γένοιτο ἐκ τῶν ξβʹ ἑβδομάδων ἐν αἷς οἱ χριστοὶ ἡγούμενοι, οὗτοι δ' ἂν εἶεν οἱ ἀρχιερεῖς,