1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

5

προϋπάρχειν θεότητα τοῦ υἱοῦ, ταῦτα ἐπαπορήσομεν, πῶς ὁ καὶ κατὰ ταύτας τὰς προφητείας ἀναλλοίωτος, καὶ ἄτρεπτος, καὶ πάλιν τὸν οὐρανὸν καὶ τὴν γῆν λέγων πληροῦν μόνος Θεὸς, σαφῶς τε καὶ κατ' αὐτὸν τὸν νόμον σχεδὸν ἀόρατος εἶναι δηλούμενος, κατὰ τὸ, 12 οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, ἀλλοιούμενος πάλιν, καὶ ὡς περιτρέπων τὴν αὐτὸς ἑαυτοῦ οὐσίαν εἰς ἐν μικροῖς τισὶ μορίοις τῆς γῆς χωρητὸς ἐγίγνετο, καὶ ἑωρᾶτο τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τοῖς ἄλλοις προφήταις; Ταυτὶ γὰρ εἰ ἐπὶ τὸν τῶν ὅλων ἀναφέροιτο Θεὸν, οὐ μόνον τῇ εὐαγγελικῇ φωνῇ δόξαι ἂν διαφωνεῖν, ἀλλὰ καὶ ταῖς προφητικαῖς, ἀχώρητον καὶ ἀναλλοίωτον αὐτὸν καὶ ἀόρατον ἀνθρώποις ἀποφηναμέναις· εἰ μὴ ἄρα μὴ δὲ ὦφθαι τίς εἴποι αὐτὸν τὸν Θεὸν τοῖς ἀναγεγραμμένοις, φαντασιῶσαι δὲ αὐτοὺς αὐτὸ μόνον, ὡς δοκεῖν μὲν ὁρᾶν καὶ ἀκούειν, οὐ μὴν καὶ ἀληθῶς τί τῶν νομιζομένων φαίνεσθαι θεωρεῖν, οὐδὲ μὴν ἀκούειν κατ' ἀλήθειαν, ἀπατωμένους δὲ καὶ ἐν τούτοις νομίζειν, καὶ δοκεῖν ἀκούειν, ὅπερ ἀνοίκειόν τε καὶ ἀλλότριον ὑπάρχει τῆς ἀψευδοῦς καὶ ἀπλανοῦς τοῦ τῶν ὅλων Θεοῦ φύσεως· ἔτι δὲ καὶ ἀσύστατον ὂν δείκνυται ἐκ τοῦ λέγειν ἱστορεῖσθαι αὐτὸν τὸν Θεὸν περὶ τοῦ Ἁβραὰμ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Ἀναμφιλέκτως γοὖν ταῦτα ὡς περὶ ἑτέρου κυρίου αὐτὸς ὁ Κύριος διαλέγεται· πῶς οὖν ἐστὶ οἷόν τε τὸν τῶν ὅλων ὑπονοεῖν Θεὸν ταῦτα εἰρηκέναι; Περὶ ποίου γὰρ ἑτέρου παρ' αὐτὸν κυρίου δύναται λέγεσθαι τὰ ἐγκείμενα; Ἀλλὰ γὰρ σαφῆ ἐκ τούτων ὅτι μηδὲ τῷ τῶν ὅλων Θεῷ προσήκειν ἔοικε τὰ δηλούμενα· δέδεικται δὲ ὅτι μηδὲ τῇ τῶν ἀγγέλων φύσει· οἶδεν γοῦν, ὡς ἔφην, ὁ λόγος ἐπαληθεύειν ἐπὶ τῇ τῶν 13 ἀγγέλων ἐπιφανείᾳ, σαφῶς ἐπισημαινόμενος τὰς δι' αὐτῶν ὀπτασίας. Εἰ δὴ οὖν μήτ' ἀγγελικῇ φύσει μήτε τῇ ἀνωτάτω καὶ ἀγενήτῳ τοῦ τῶν ὅλων Θεοῦ ταῦτα ἔοικεν ἁρμόττειν, λείποιτ' ἂν τούτων μία μόνη λύσις, εἰ τὸ μὲν ἀναλλοίωτον καὶ ἄτρεπτον καὶ ἀόρατον ἐπὶ τὴν ἀγένητον διαφυλάττοιμεν οὐσίαν, τοὺς δ' ἀναγεγραμμένους ὡς ἐκ Θεοῦ χρηματισμοὺς ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον μεταλαμβάνοιμεν, ὃν διαφόρως καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ὀφθῆναί τε καὶ τὰς ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένας οἰκονομίας ἐκτελέσαι πεπιστεύκαμεν· ἐπὶ μόνου δὲ τούτου μετὰ τὸν τῶν ὅλων Θεὸν καὶ τὴν τετράγραμμον προσηγορίαν κειμένην εὕρομεν, ἅτε μονογενεῖ καὶ κληρονόμῳ τοῦ Πατρὸς ἁρμοττούσης καὶ ταύτης τῆς θεϊκῆς ἐπινοίας. Εὖ γοὖν εἰδὼς ὁ Ἁβραὰμ, ἅτε σοφὸς ὢν καὶ πρὸς αὐτοῦ τοῦ Θεοῦ προφήτης εἶναι μαρτυρούμενος, ὡς ὅτι πᾶσαν τὴν κρίσιν ἔδωκεν τῷ υἱῷ, προσκυνεῖ τε αὐτὸν, καὶ μόνῳ παρὰ τοὺς ἄλλους φησὶν τὸ, μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν, ὅπερ ἀγγέλῳ τὸν θεῖον Λόγον ὑποβεβηκότι λέγεσθαι νομίζειν ἀνοίκειόν τε καὶ ἀπιθανώτατον, μόνῳ δὲ τῷ θείῳ Λόγῳ οἰκειότατον ἂν εἴη μετὰ τῶν ἄλλων φάσκειν καὶ τὸ, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· καὶ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν. Καὶ πρέπει γε αὐτῷ ταῦτα λέγειν παιδεύοντι, ὅτι δὴ πάντα τὰ ἐξ ἀνθρώπων ὁσίως 14 δρώμενα εἰς μόνην τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἀναφέρειν θέμις εὐσέβειαν, παρ' οὗ ἐπὶ γῆς ὄντος τῶν ἀγαθῶν τὰ πάντα τοῖς εὐσεβέσιν εἰς ὠφέλειάν τε καὶ σωτηρίαν χορηγεῖται· ταῦτα δὲ ὁ θεῖός φησι Λόγος ὡς περὶ ἑτέρου κυρίου τοῦ ἑαυτοῦ πατρὸς διδάσκων· καὶ γὰρ καὶ ἑαυτοῦ Κύριόν τε καὶ Θεὸν αὐτὸν ὁμολόγει πρὸς τοὺς ἰδίους μαθητὰς, ἀνέρχομαι φάσκων πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Πεπλήρωται δ' ὅ τε νόμος καὶ πᾶσα γραφὴ τοῦ τοιοῦδε χαρακτῆρος τοῦ κυρίου, τοῦτ' ἔστιν τοῦ θείου Λόγου, ὡς περὶ ἑτέρου κυρίου διαλεγομένου, δῆλον δ' ὅτι τοῦ Πατρός. Πολλῆς