1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

98

τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ' ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ' ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν· οὐαὶ γὰρ, φησὶν ὁ λόγος, τῇ ψυχῇ αὐτῶν· καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. 176 Ψ. Γʹ. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ νῦν καταστήσεται εἰς κρίσιν Κύριος· καὶ μάλιστα τὸ, αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ἁρμόζοι δ' ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ' ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ' εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ' αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι. Ψ. ∆ʹ. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω 177 οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν, Ἀκούσατε δὴ οἶκος ∆αυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· δι' ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ' εἰ φάσκοιεν μὴ γέγραφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, οʹ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ' ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ' αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ ∆αυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδαν κατ' αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα· καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ' ἑτέρον δὲ βεβιασμένην, νεᾶνιν ὑπὸ τῆς γραφῆς ὀνομαζομένην· καὶ ταύτῃ γε ἀξιοπρεπὲς ἂν εἴη τῷ οἴκῳ ∆αυὶδ διὰ 178 τὴν ἀπιστίαν αὐτῶν παρὰ Κυρίου δίδοσθαι σημεῖον, τὸ παραδόξως παρθένον ἀποτεκεῖν, δι' ὃ δὴ καὶ ὁ τεχθησόμενος θαυμαστός τις ὢν ἀνηγόρευται· εἴ γε ἐκ παιδὸς, καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς γενέσεως, ἀπειθήσειν μὲν πονηρίᾳ, ἐκλέξασθαι δὲ τὸ ἀγαθὸν προφητεύεται. Καὶ τὸ ὄνομα δὲ αὐτοῦ θαυμαστῶς προαναπεφώνηται Ἐμμανουὴλ τυγχάνον· ὃ ἔστι μεθ' ἡμῶν ὁ Θεός· ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ' ἂν πάλιν Ἐμμανουὴλ ὁ