1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

43

τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ' ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας. Ψ. Τοῦ Ἀβδιοῦ. ΙΕʹ. Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς 116 ἀκοὴν ἤκουσε παρὰ Κυρίου, εἰκότως ἐσημειωσάμεθα τὸν τόπον. Ψ. Ἀπὸ τοῦ Ἰωνᾶ. -Ιʹ. Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ, ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν. Ψ. Ἀπὸ τοῦ Μειχαία. ΙΖʹ. ∆ιότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Ψ. Τοῦ αὐτοῦ. ΙΗʹ. Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ 117 ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά· διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ' αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ' αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν, ∆εῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἄρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, δεῦτε καὶ ἀναβῶμεν εἰς 118 τὸ ὄρος Κυρίου· καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ' ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ ἐλέγχου τοὺς ἐλεχθησομένους, ὡς τῆς