1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

114

πλάνης, καὶ μηκέτι τῶν ἀκαθάρτων, οἷς πρότερον ἐκαλινδεῖτο, αἰσχροῖς καὶ μιαροῖς ἐνειλούμενα πράγμασιν ἐφάπτεσθαι; Καὶ ἐπεὶ οὐ τὸ τυχόν ἐστι τὸ ἀποδιορίζειν ἑαυτοὺς τῆς προτέρας πατροπαραδότου πολιτείας, καὶ τῆς κοινῆς τῶν ἀνθρώπων συναναστροφῆς, τούτου χάριν αὐτὸς ὁ Κύριος συμπορεύσεσθαι καὶ συνάξειν ἐπαγγέλλεται τοὺς φέροντας τὰ σκεύη αὐτοῦ, δῆλον δ' ὅτι τὰ ἱερὰ 219 δόγματα, καὶ τοὺς θείους λόγους. Πάλιν δ' ἐπὶ τούτοις ὃν τρόπον ἐν ταῖς ἀνωτέρω προφητείαις διαφόρας ως παῖς ὁ Χριστὸς ὠνομάζετο τοῦ Θεοῦ, ὡσαύτως εἴρηται καὶ ἐνθάδε· συνήσειν δὲ καὶ ὑψωθήσεσθαι καὶ σφόδρα δοξασθήσεσθαι προφητεύεται τοῦ ἀνθρωπίνου αὐτοῦ ἐπινοουμένου, περὶ οὗ ταῦτα λέγεται· ἀληθῶς δὲ ἐξέστησαν καὶ ἐξηπορήθησαν ἐπ' αὐτῷ πολλοὶ, ἄνθρωπον ἑαυτοῖς ὅμοιος ὁμοίως αὐτὸν ὑπειληφότες· καὶ ἐξέστησάν γε μηδεμίαν ὑπεροχὴν ἢ δόξαν κοσμικὴν περιβεβλημένον αὐτὸν ἑορακότες, ὅτε τὴν τοῦ Θεοῦ μορφὴν ἀποθέμενος, ἑαυτόν τε κενώσας καὶ δούλου ἀνειληφὼς μορφὴν, ἐξεστάσεως ἄξια καὶ καταπλήξεως ἀπετέλει παράδοξα, ὡς τοὺς θεωροῦντας αὐτὰ καταπληττομένους λέγειν, οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ· οὐχὶ ἡ μητὴρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσὶ παρ' ἡμῖν; Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ' αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ' ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ' ἣν ἐνήργησέ τε καὶ εἰς ἔτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται, συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ' αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, περὶ ὧν ἐλέχθη τὸ, παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν, καὶ σύνεσχόν γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ 220 τὴν διδασκαλίαν, οὐδὲν δὲ ἧττον ὑπερισχύειν αὐτὸν καὶ διαλάμπειν δοξαζόμενον καὶ εἰς ὕψος αἰρόμενον, ὡς φανερὸν ἑαυτὸν καθιστάναι οὐ μόνοις τοῖς τὰς περὶ αὐτοῦ προφητείας ἐκ πατέρων παρειληφόσιν, ἀλλὰ, τὸ παραδοξότατον, οἷς οὐδεπώποτε ἀνηγγέλη τί περὶ αὐτοῦ, τοῦτ' ἔστιν ἡμῖν τοῖς ἔθνεσιν· οἳ καὶ μὴ δ' ὅλως παρὰ τῶν προγόνων ἀκηκοότες τί, μὴ δὲ προμεμαθηκότες περὶ τῆς αὐτοῦ παρουσίας, συνήκαμεν αὐτὸν ἐλθόντα, καὶ τὰς περὶ αὐτοῦ προφητείας κατεδεξάμεθα. Ταῦτα δὲ προϊδὼν ὁ προφήτης ἐν πνεύματι ἀναφωνεῖ ἀποθαυμαστικῶς λέγων τὸ, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ οὐδεὶς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν· σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δέ τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ ὁ βραχίων δέ φησι Κυρίου, τοῦτ' ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος, τίνι ἀπεκαλύφθη; Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων, καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. Ἑξῆς αὐτοῖς λέγεται, ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὴν δόξῃ τῇ παρ' ἀνθρώποις ἢ κοσμικῆς τινὸς ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς 221 ἀληθῶς ἄνθρωπος, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἀπέστραπτο δὲ καὶ ἀποκέκρυπτο τῆς θεότητος αὐτοῦ τὸ ἔνδοξον καὶ θεϊκὸν πρόσωπον· δι' ὃ καὶ ἠτιμάσθη παρὰ τοῖς τὸ ἀνθρώπινον αὐτοῦ μόνον κατανενοηκόσι, παρ' οἷς καὶ οὐκ ἐλογίσθη οὐχ ὅπως εἰς υἱὸν Θεοῦ, ἀλλ' οὐδ' εἰς τὸν τυχόντα δίκαιον. Φασὶ δ' οἱ τῷ πνεύματι τούτων αὐτῶν συνησθημένοι, ὡσπερεὶ διηγούμενοι καὶ τὴν αἰτίαν τῆς τοιαύτης οἰκονομίας διδάσκοντος τες τὸ, οὗτος τὰς