1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

47

τριάκοντα ἀργυρίους· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν .......... τοῦ διασκεδάσαι τὴν διαθήκην ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ. Καὶ τί γὰρ οὐχὶ τῶν ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν ... των προέγνωστό τε καὶ προείρητο τοῖς ἱεροῖς τοῦ Θεοῦ προφηταῖς ........ γὰρ ἐκ παρθένου γένεσις αὐτοῦ καὶ ὁ τῆς γενέσεως ............ .... λῆ καὶ ἡ ῥίζα ἐξ ἧς τὸ κατὰ σάρκα γεγέννηται· τά τε ........... αὐτῷ ἐπιδημήσαντι παράδοξα διὰ τῶν ἀνέκαθεν προφητῶν .... τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἠξιώθη γραφῆς· ἐπὶ πᾶσι δὲ καὶ τὸν θάνατον καὶ τὸ τούτου εἶδος προεδήλωσαν, οὐ παραλιπόντε ...... οὐδ' ἃς ὑπέμεινε μάστιγας καὶ ἐμπτυσμοὺς ῥαπίσματά τε καὶ ὕβρεις· ἀλλὰ τὸν 128 προδώσαντα αὐτὸν τοῖς ἐπιβουλεύουσιν ἐν αὐτῶν ἕνα τῶν μαθητῶν μηνύσαντες· ὀνομαστὶ γοῦν αὐτὸν ἐστηλίτευσε διὰ Ἱερεμίου τὸ θεῖον Πνεῦμα φῆσαν, ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ. Ταῦτα δ' ἐν αὐτῷ τῷ Ἑβραικῷ καὶ τοῖς λοιποῖς εὕροις ἂν παρὰ τοὺς οʹ ἑρμηνευτάς· καὶ ἐν Ψαλμοῖς δὲ διαφόροις μάθοις ἂν τὰ κατ' αὐτὸν δηλούμενα· καὶ νῦν δ' οὐδὲν ἧττον διὰ τῆς προκειμένης λέξεως σαφῶς καὶ τὸν ἀριθμὸν τοῦ ἀργυρίου, ὅπερ λαβὼν ὁ Ἰούδας προύδωκε τοῖς ἐπιβουλεύουσι τὸν διδάσκαλον, ἡ θεία προθεσπίζει γραφή. Λέγοιτο δ' ἂν τὰ προκείμενα ἐκ προσώπου τοῦ Χριστοῦ, ὥσπερ τοὺς ἐπιβουλεύσαντας αὐτῷ, οὓς ἑτέρωθι μὲν ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὁ τῆς προφητείας ἀποκαλεῖ λόγος, ἐπὶ τοῦ παρόντος δὲ Χαναναίους διὰ τὴν πρὸς τοὺς Χαναναίους ἐξομοίωσιν αὐτοὺς ὀνομάζει. Φήσασα γ' οὖν ἡ προφητεία τὸ, καὶ γνώσονται οἱ Χαναναῖοι, ἐπιφέρει, διδάσκουσα ἡμᾶς τίνας βούλεται σημαίνειν, καὶ φησίν· τὰ πρόβατα τὰ φυλασσόμενά μοι. Τίνα δὲ ἦν ταῦτα τὰ πρόβατα, τὰ πρότερον τῷ κυρίῳ φυλασσόμενα, ἢ ὁ ἐκ περιτομῆς λαός; οὓς νῦν Χαναναίους ὀνομάσας ὁ λόγος, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ἐπάγει λέγων, καὶ ἐρῶ πρὸς αὐτοὺς τὰ ἀναγεγραμμένα, ἃ καὶ λέγοι ἂν πρὸς τοὺς ἐπιβουλεύσαντας αὐτῷ, ὑπὲρ ὧν αὐτοὺς εὐεργέτησε τοὺς μισθοὺς ὥσπερ αἰτῶν αὐτοὺς, τοῦτ' ἔστι τὴν εἰς αὐτὸν πίστιν καὶ τὸν ταύτῃ κατάλληλον βίον· οὕτως γὰρ ἀκούω τοῦ, δότε τὸν μισθόν μου· οἱ δὲ, κατὰ τὸ ἑτέρωθι περὶ αὐτῶν εἰρημένον ὑπ' αὐτοῦ, 129 Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· τριάκοντα ἀργυρίους στήσαντες παρέσχον τῷ προδότῃ, ὡσπερεὶ τοσούτου αὐτὸν τῇ ἀσεβεστάτῃ αὐτῶν κρίσει τιμώμενοι. Ἀλλ' ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, τούτου χάριν καθεῖναι αὐτοὺς εἰς τὸ χωνευτήριον, τοῦτ' ἔστιν εἰς τὸ τῆς κρίσεως καὶ τὸ τῆς κολάσεως πῦρ, ὁ Κύριος προστάσσει· τίνας δὲ αὐτοὺς ἢ τοὺς ἐπιβουλεύσαντας αὐτῷ; Καὶ σκέψαι δὲ, φησὶν, εἰ δόκιμόν ἐστιν, δῆλον δ' ὅτι τὸ κατ' αὐτοῦ δρασθὲν αὐτοῖς· λέγει δὲ αὐτοὺς ἐν τῷ πυρὶ δοκιμασθήσεσθαι, ὃν τρόπον καὶ αὐτὸς ὁ Κύριος διὰ τῆς εἰς σάρκα ἐπιδημίας καὶ τοῦ πάθους ἐδοκιμάσθη ὑπὲρ αὐτῶν· καὶ γὰρ δὴ προηγουμένως ἐνηνθρώπησε, καὶ πέπονθεν ὑπὲρ σωτηρίας τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραήλ. Τούτοις ἑξῆς καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν ἀποβολὴν αὐτῶν σημαίνων ὁ λόγος φησὶν, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν. Τὶς δὲ ἐστὶν αὕτη διδάσκων ἐπιφέρει τὸ σχοίνισμα, περὶ οὗ εἴρηται, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Σαφέστερον γ' οὖν τοῦτο παρίστησιν ἐπιλέγων τοῦ διασκεδάσαι τὴν προτέραν διαθήκην τοῦ Θεοῦ, τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ· καὶ σαφῶς δείκνυται ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων περιηρημένα τῆς λατρείας ἁπάσης τῆς κατὰ τὸν νόμον ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθαιρεθείσης. 130 Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΖʹ. Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον