1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

34

ἀνταποδῷ αὐτῷ ὁ Πατὴρ, ἀνθ' ὧν ἐκένωσεν ἑαυτὸν, ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου. Τίνα δὲ ἀνταποδῷ αὐτῷ ἢ τὰ ἔθνη 90 κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς· ἵν' ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ ὁ πᾶς Ἰσραὴλ σωθῇ, καὶ ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ ἐφαρμόσαι ἂν τῷ Χριστῷ, τὰ κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, καθ' ἣν ἐπεβουλεύθη, περιέχοντα. Ψ. Ψαλμοῦ ρμγʹ. -Ι∆ʹ. Ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ λέγεται, κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἐν δὲ τῷ ιζʹ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Ἐσημειωσάμεθα μὲν οὖν κἀκεῖ καὶ τὸ ῥητὸν, καὶ ἐνταῦθα δὲ ταυτὸν ποιοῦντες περὶ τοῦ Λόγου τοῦ Θεοῦ ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Κλίνας γὰρ οὐρανοὺς τῷ κενῶσαι ἑαυτὸν τῆς ἐπουρανίου καὶ ἐν μορφῇ Θεοῦ δόξης, εἰς τὰ κατώτερα τῆς γῆς κατελήλυθεν δι' ἣν ἀνεδέξατο ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας οἰκονομίαν· ὅθεν πρὸ τοῦ ἐκτεθέντος ῥητοῦ ἀποθαυμάσας ὁ λόγος φησί· Κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν; Εἰς τοῦτο γὰρ κλίνας τοὺς λεγομένους οὐρανοὺς κατελήλυθεν ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἂν γνωσθείη ἐνανθρωπήσας τῷ τῶν ἀνθρώπων γένει πρότερον ἀγνοούμενος αὐτῷ· καὶ οὐ περιεφρόνησεν παρ' οὐδὲν ἡγησάμενος τὸν γενόμενον υἱὸν ἀνθρώπου, τοῦτ' ἔστι πᾶσαν τὴν λογικὴν καὶ κατ' εἰκόνα Θεοῦ γενομένην ψυχήν· καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ πνευματικῶς ἐκλαμβάνων νοήσειας. 91 Ψ. Ψαλμοῦ ρμζʹ. -ΙΕʹ. Καὶ τὸ, ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ, παρασημειώσασθαι ἔδοξεν, ὡς διδασκούσης καὶ ἐνταῦθα τῆς γραφῆς ὡς ἄρα ὑπόστατόν τι πρᾶγμα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει, ἕτερος ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτῷ Πατέρα· ὅρα δὲ πῶς ἑξῆς ἐπιφέρεται τὸ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· ὃ καὶ αὐτὸ πεπληρωμένον ἔστιν ἰδεῖν μετὰ τὴν Χριστοῦ παρουσίαν, οὕτω ἐν σφόδρα βραχεῖ χρόνῳ διαδραμούσης, καὶ εἰς πᾶσαν τὴν γῆν ἐν οὐ πολλοῖς ἔτεσι μέχρι καὶ τῶν περάτων τῆς οἰκουμένης κεκρατηκυίας αὐτοῦ τῆς διδαχῆς. Ψ. Ψαλμοῦ ρμηʹ. -Ιʹ. Καὶ τὸ ἐνθάδε λεγόμενον, Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἐν τοῖς περὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου μαρτυρίοις ἀνελεξάμεθα, τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὄνομα αὐτοῦ χρηματίζειν μεμαθηκότες κατὰ τίνα προσηγορίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν· μετὰ γοῦν τὸ προειπεῖν, Αἰνεῖτε τὸν Κύριον, τάδε καὶ τάδε ἀκολούθως παρακελεύεται τὸ Πνεῦμα αἰνεῖν μετὰ τὸν Πατέρα, τὸ ὄνομα αὐτοῦ ἐπιλέγων, ὡς ἄρα αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Ὁ μὲν οὖν προστάττων καὶ ἐντελλόμενος εἴη ἂν ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ὁ δ' ὑπουργῶν ὁ τοῦ Θεοῦ Λόγος ἐξυπηρετούμενος τῷ πατρικῷ θελήματι πρὸς τὴν τῶν γενητῶν δημιουργίαν. Τηρητέον 92 δ' ὅτι καὶ ἐν λβʹ ψαλμῷ κατὰ λέξιν ἐμφέρεται τὸ, αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· ἀλλ' ἐκεῖ μὲν περὶ τῆς γῆς καὶ τῶν κατοικούντων τὴν οἰκουμένην εἴρηται, ἐνθάδε δὲ περὶ τῶν ἐν οὐρανοῖς καὶ τῶν λεγομένων ἐν ὑψίστοις ἀγγέλων τε καὶ δυνάμεων, ἔτι τε ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάντων τῶν ἑξῆς συγκατειλεγμένων, διδασκούσης ἡμᾶς τῆς θείας ἐν τούτοις γραφῆς, ὡς ἄρα διὰ τοῦ Λόγου κατὰ τὸν ἱερὸν ἀπόστολον ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· εἴτε ὅρατα εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἔκτισται· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ψαλμῶν· μετρίαν δὲ καὶ αὐτάρκη τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐξ ἑτέρας ἀρχῆς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ ἑξῆς τὰς ἀπὸ τῶν προφητῶν ἐκλογὰς ποιησόμεθα. 93 Τάδε ἔνεστιν ἐν τῶι γʹ τόμωι τῶν περὶ τοῦ χριστοῦ προφητικῶν ἐκλογῶν. Πρῶτον κεφάλαιον· ἀπὸ τῶν παροιμιῶν. Περὶ τοῦ Θεοῦ Λόγου ὡς περὶ σοφίας οὐσιωδῶς ὑπεστώσης καὶ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Θεοῦ κτισθείσης ἑτέρας τε παρ' αὐτὸν οὔσης, καὶ σὺν αὐτῷ τῶν ὅλων ἐπιμελόμενος. ̣(sic).̣ Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ