1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

61

ἑρμηνείαν· ταύτην γὰρ εἰς τὴν ἐν δεκάσιν ἑβδομάδα μεταλαβὼν ὁ λόγος παρίστη τὸν σύμπαντα τῶν ἀποστόλων χρόνον εἰς ἑβδομηκονταετίαν συντείνειν, ἐν ᾗ τὸ κήρυγμα τῆς καινῆς διαθήκης οὐκέτι ἑνὶ, ἀλλὰ πολλοῖς ἔθνεσι κηρυχθὲν εἰς πᾶσαν ἐνεδυναμώθη τὴν οἰκουμένην· καὶ γὰρ οὖν ἐκ τῶν ἱστοριῶν δείκνυται Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς μετὰ τὴν ἀνάληψιν αὐτοῦ ἔτεσιν ἐπιβιοὺς οʹ, μέχρι γὰρ τῆς Τραϊανοῦ λόγος ἔχει παραμεῖναι αὐτὸν βασιλείας, κατά τε ταύτην τὴν διήγησιν πρόδηλον ὅπως ἐν τῷ ἡμίσει ταύτης τῆς ἐν δεκάσιν ἑβδομάδος ἤρθη θυσία καὶ σπονδὴ, καὶ τὸ λεγόμενον βδέλυγμα τῆς ἐρημώσεως ἔστη ἐν τόπῳ ἁγίῳ. Τὰ γοὖν ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἐπὶ τὴν ὑστάτην κατὰ Οὐεσπασιανὸν πολιορκίαν εἰς ἔτη πέντε καὶ τριάκοντα συντείνει· ἅπερ ἂν γένοιτο τῆς ἀποδοθείσης ἑβδομάδος τὸ ἥμισυ· 165 ὅτε καὶ παντελῆ τὴν διὰ πυρὸς φθορὰν καὶ κατασκαφὴν τοῦ πάλαι ἱεροῦ καὶ ἁγίου νεῶ πεπονθότος ἐπισφράγισμα εἴληφεν· καὶ τὸ, ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων· ὅπερ βδέλυγμα ἐρημώσεως μέχρι συντελείας βίου παραμεῖναι δηλοῖ τὸ λόγιον, φάσκον, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ἀλλὰ ταῦτα μὲν ἐπιτεμόμενοι τὴν διήγησιν παρατεθείμεθα· ὥρα δὲ ἤδη μετελθεῖν καὶ ἐπὶ τὸν Ἡσαΐαν· ὃς μόνος ἀπὸ πασῆς τῆς παλαιᾶς ἡμῖν περιλέλειπται γραφῆς. 166 ΛΟΓΟΣ ∆ʹ. Ψ. Ἡσαΐου. Τὰς ἀπὸ τῶν Ἡσαΐου Προφητικὰς Ἐκλογὰς μόνας ἡμῖν λειπούσας ἀπανθίσασθαι πειρώμενοι, πρὸς τοὺς ἀπίστως περὶ τὰς προφητείας διακειμένους ὀλίγα προδιαληψόμεθα εἰς παράστασιν τῆς τῶν προφητῶν ἀληθείας. Καὶ δὴ πρῶτον καλῶς καὶ τοῖς πρὸ ἡμῶν τετηρημένον παραθήσομαι λογισμόν. Εὖ γοὖν εἰρηκέναι μοι δοκοῦσιν, ὡς ἄρα τοῖς ὑπὸ τὸν Μωσέως νόμον αὐτὸς ὁ νόμος διαμαρτύρεται, ὅτι δὴ τὰ ἔθνη ὧν μεταξὺ πολιτεύσονται κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ, φησὶν, οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου· καὶ ἔτι γε εἴργων αὐτοὺς ὁ θεῖος λόγος ἔκ τε οἰωνιστικῆς καὶ πάσης τῆς διὰ δαιμόνων περιέργου μαντείας ἐπιφέρει, λέγων, προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου. Ἄρ' οὖν τούτων αὐτοῖς ἀναγεγραμμένων, μὴ ἔργῳ δὲ γενομένων, μὴ δὲ παρόντων αὐτοῖς προφητῶν ἀνδρῶν, δύνατον ἦν αὐτοὺς πιστεύειν τῷ νόμῳ, καὶ τῷ ταῦτα ἐπαγγειλαμένῳ λόγῳ οὕτω προφανῶς καὶ ἐναργῶς ψευδομένῳ, ἢ δῆλον ὅτι ὑπ' αὐτῆς τῆς περὶ τὴν πρόγνωσιν τῶν ἐσομένων λιχνείας ἀγόμενοι κατεφρόνησαν τῶν ἰδίων, ὡς οὐδὲν ἀληθὲς ἐχόντων οὐδὲ 167 θεῖον, διὰ τὸ μὴ εἶναι παρ' αὐτοῖς προφήτας, αὐτόμολοι δὲ ἐπὶ τὰ τῶν ἐθνῶν μαντεῖά τε καὶ χρηστήρια μετήεσαν; Ἀλλὰ γὰρ φαίνονται οὐ μόνον Μωσέα, ἀλλὰ καὶ πλείους μετ' αὐτὸν ὡς Θεοῦ προφήτας προσιέμενοι, οὐκ ἄλλως δῆλον ὅτι ἢ τῷ πείραν τῆς ἐν αὐτοῖς θειότητος εἰληφέναι· οἵδε γὰρ αὐτοῖς οὐ μόνον περὶ τῶν μακροῖς ὕστερον χρόνοις μελλόντων ἔσεσθαι προυθέσπιζον, ἀλλὰ καὶ περί τινων προχείρων καὶ βιωτικῶν προύλεγον· οἷον περὶ ὄνων ἀπολωλυιῶν, καὶ περὶ νοσούντων ἐπισφαλῶς εἰ βιώσονται ἢ μὴ, καὶ περὶ μελλούσης ἔσεσθαι τῷ λαῷ εὐθηνίας, καὶ περὶ ἄλλων μυρίων, ἃ ταῖς κατ' αὐτοὺς ἱστορίαις ἐμφέρεται· ἅπερ εἰ μὴ τοῦτον γεγόνει τὸν τρόπον, ἀποκρινέσθω τίς, τίνι δὴ ποτὲ οὖν λόγῳ προφήτας ἡγοῦντό τε καὶ ἀπεκάλουν, ἢ διὰ τί γραφῆς τοὺς λόγους αὐτῶν ἠξίουν; Τίς δ' ἡ αἰτία, δι' ἣν καὶ τοῖς μετέπειτα παισὶν ἑαυτῶν, ὡς ἂν δὴ θείας, αὐτῶν τὰς γραφὰς παρεδίδοσαν· μηδὲν γάρ τι θεῖον μὴ δὲ παράδοξον ἐν τοῖς ἀνδράσιν ἑορακότας εἰκῆ καὶ μάτην οἴεσθαι περὶ αὐτῶν τοιαῦτα διειληφέναι πάντων ἐστὶν ἀπιθανώτατον. Εἰ δ' ἀναδράμοι τίς ἐπὶ τοὺς τότε χρόνους τῇ διανοίᾳ, τί ἄρα ἐπινοήσειεν, ὁρῶν ἄνδρας ἀγροίκους καὶ τὸ σχῆμα λιτοὺς, αἰπολοὺς τινὰς καὶ ποιμένας, εἰς μέσον παντὸς τοῦ ἔθνους παριόντας, καὶ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τινὰ λέγοντας, καὶ τάδε λέγει Κύριος ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ