1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

23

εἴρηται· ἐπεὶ καὶ σῶμα Χριστοῦ ἡ ἐκκλησία αὐτοῦ χρηματίζει, κατὰ τὸν ἀπόστολον. Ὅτι δὲ περὶ τῶν πεπιστευκότων εἰς αὐτὸν τὰ τῆς ἐπισκοπῆς εἴρηται, ἐπίστησον ἐπιμελῶς λελεγμένῳ πληθυντικῶς τῷ, τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτῶν· σαφῶς καὶ ἐν τῷ ψαλμῷ τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τῶν υἱῶν εἴρηται τοῦ προφητευομένου, ἐν τῷ καὶ ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίνασίν μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Ὅρα δὲ πῶς ῥάβδους ἀνδρῶν καὶ ἁφὰς υἱῶν ἀνθρώπων τοὺς κατὰ καιρὸν ὠνόμασεν ὁ λόγος διωγμούς· πλὴν πολλαὶ τοῦ Θεοῦ αἱ παρακλήσεις, καὶ αἱ διὰ τῶν γραφῶν παραμυθίαι, μὴ ἀπαυδᾶν ἡμῖν ἐπιτρέπουσαι ἐπὶ τοῖς καθ' ἡμῶν ἐνεργουμένοις κατὰ καιροὺς διωγμοῖς· ὡς γὰρ ἐπισκέψεσθαι διὰ ῥάβδου τὸν τοῦ Χριστοῦ προεῖπε λαὸν ἁμαρτόντα, οὕτως καὶ τὸ μὴ ἀποστήσειν αὐτοῦ τὸ ἔλεος προϋπέσχηται εἰπὼν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα· ζητήσει δ' ἐπί τινας ἦν πρὸ τοῦ ἐξ ἐθνῶν λαοῦ τὸ τοῦ Θεοῦ ἔλεος, ὅπερ παντελῶς ἀπ' αὐτῶν ἀπέστησας· οὗ τὸ ὅμοιον ποιήσειν ὑπισχνεῖται κατὰ τὸν τοῦ Χριστοῦ λαόν. 60 ΚΑʹ. Καὶ ἐλάλησε ∆αυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. Εἶτα ἐν τοῖς ἑξῆς· Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Καὶ πάλιν μετὰ ταῦτα, ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· οἱ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· οἱ υἱοὶ ἀλλότριοι ἀπορριφήσονται· καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. Ταῦτα εἴρηται σχεδὸν αὐτοῖς ῥήμασιν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εὐκαιρότερον δ' ἂν ἐξετάζοιτο, ἐπεὶ δ' ἂν ἀπὸ τῶν Ψαλμῶν τὰς ἐκλογὰς ἀναλεγώμεθα· νῦν μέντοι γε παρασημειούμεθα αὐτὸ μόνον, ὡς ὅτι τὸ μὲν καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη νοοῖτ' ἂν περὶ τῆς ἐξ οὐρανῶν καταβάσεως τοῦ Χριστοῦ· τὸ δὲ ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, ἐκ προσώπου αὐτοῦ λέλεκται περὶ τῶν ἐκ περιτομῆς μὴ πεπιστευκότων εἰς αὐτὸν, περὶ ὧν καὶ ἐν Ἠσαίᾳ φησὶν, ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Καὶ ὅτι τὸ μὲν καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, καὶ τὸ λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προφητεύεται· τὸ δὲ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, περὶ τῶν ἀθέων αἱρέσεων τὰ ψευδῆ περὶ αὐτοῦ τοῦ Σωτῆρος καὶ τοῦ Θεοῦ τῶν ὅλων ἀναπεπλακότων, οὓς καὶ ἀπορριφήσεσθαι φησὶν ὁ λόγος ἀποσφαλέντας τῶν συγκλεισμῶν ἑαυτῶν, τουτέστιν ἀποπεπτωκότας τῶν ὑπούλων καὶ ἀποκεκρυμμένων αὐτῶν ψευδοδοξημάτων. 61 Ψ. Ἐκ τῆς γʹ τῶν βασιλειῶν. ΚΒʹ. Καὶ νῦν κύριε ὁ Θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ ∆αυὶδ τῷ πατρί μου· ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσει σοι. Τὰ παραπλήσια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὑπὸ τοῦ Σολομῶνος εἴρηται ἐν τῇ πρὸς τὸν Θεὸν εὐχῇ. Σαφῶς οὖν καὶ ἐνθάδε προφητεύεται ὁ Θεὸς κατοικήσειν μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς· ὃ καὶ αὐτὸ πέρας εἴληφε καθ' ἡμᾶς ἐπὶ τῇ Χριστοῦ γενομένῃ παρουσίᾳ, καθ' ἣν ὁ Θεὸς Λόγος ἐνανθρωπίσας συνδιέτριψε τῷ γένει τῶν ἀνθρώπων. Ψ. Ἐκ τῆς αʹ τῶν Παραλειπομένων. Ὁ Κύριος διὰ Νάθαν πρὸς τὸν ∆αυὶδ μεθ' ἕτερα καὶ ταῦτα λέγει. ΚΓʹ. Καὶ ἔσται ὅτ' ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετά σε, ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν σου· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου· καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ