1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

28

τὴν οἰκουμένην ἐκκλησιῶν, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τοῦ Χριστοῦ, καὶ τῶν ὡσπερεὶ κλημάτων αὐτοῦ τῶν ἱερῶν ἀποστόλων, οἱ λογικοὶ βότρυες πιεζόμενοι τὸν ἀπὸ τῶν μαθημάτων αὐτῶν νοερὸν καὶ πάσης εὐφροσύνης ποιητικὸν οἶνον παρέχουσιν· ἄλλως γὰρ οὐ δυνατὸν σωματικαῖς ληνοῖς ἐφαρ 74 μόσαι τὰ ἐν τῷ ψαλμῷ λεγόμενα· ἐπεὶ μὴδ' ὅλως ὡς ἐν ἑτέροις ἤτοι περὶ ἀμπέλου μεταρθείσης ἐξ Αἰγύπτου, ἢ περὶ ἀμπελῶνος Κυρίου Σαβαὼθ, ἢ τινῶν τοιούτων, διάνοιάν τινα τὰ τῆς λέξεως περιέχει. Τὰ δ' ἀπὸ τοῦ, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μετείληπται, ἔνθα τῷ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐπιφέρεται τὸ, νῦν δὲ οὐδέπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἴποι δ' ἄν τις μὴ μόνον διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ καὶ δι' αὐτὴν τὴν ἐνανθρώπησιν αὐτοῦ ἠλαττῶσθαι αὐτὸν βραχύ τι παρ' ἀγγέλους· ὅτε ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ ἴσα Θεῷ εἶναι, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ἐπὶ τοσοῦτον ἠλάττωσεν ὡς ἀντὶ τῆς ἐν μορφῇ Θεοῦ δόξης λεχθῆναι περὶ αὐτοῦ τὸ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἀνθ' ὧν ἀμειβόμενος ὁ Πατὴρ δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν αὐτόν· ὑπερυψώσας καὶ χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ κατέστησεν δ' αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· ὅπερ 75 καὶ αὐτὸ τῷ μὲν τοῦ Σωτῆρος ἡμῶν ἁρμόζοντα ζοιτο προσώπῳ διὰ τὸν ἐν αὐτῷ τὸν Θεὸν Λόγον, οὐκέτι δὲ καὶ τῷ τυχόντι, εἴ γε ἐν τοῖς τοῦ Θεοῦ ἔργοις καὶ τοὺς οὐρανοὺς καταριθμεῖν ἔθος τοῖς ἱεροῖς λόγοις, κατὰ τὸ, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Πρὸς τούτοις, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης· δι' ὧν ἔοικεν ἀλληγορικώτερον δηλοῦσθαι τῶν ἀλογωτέρων καὶ τὸν τρόπον κτήνων δευτέρων ψυχῶν, ἢ καὶ δυνάμεων ἀντικειμένων, ἡ ὑπὸ τὸν ζυγὸν καὶ τὴν τοῦ λόγου δουλείαν ὑποταγή. Ψ. Ψαλμοῦ θʹ. Κεφάλαιον Εʹ. Ἡ τοῦ ἐνάτου ψαλμοῦ ἐπιγραφὴ τοιαύτη τίς ἐστιν· εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων. Ψαλμὸς τῶι ∆αυίδ. Ἀνθ' ὧν ὁ Σύμμαχος ἐκδέδωκεν, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ. Ἆσμα τοῦ ∆αυίδ. Ὥσπερ δ' οὖν καὶ μᾶλλον ἔοικεν ἔχειν τὸ Ἑβραϊκὸν τοῦτον περιέχοντα τὸν τρόπον· λαμανασσὴ Ἀλμαὺθ' βεν μασμωρὰ ∆αυίδ. Καὶ καλόν γε τοῖς ἐκ περιτομῆς αὐτῷ χρωμένοις ἀπορῆσαι περὶ ποίου θανάτου, ἢ περὶ τοῦ τίνος υἱοῦ ὁ ψαλμὸς εἴρηται τῷ ∆αυίδ· ἡμῖν μὲν γὰρ σαφῶς φαίνεται περὶ τοῦ πάθους τοῦ Σωτῆρος προφητεύεσθαι· τοῦτο δὲ καὶ τοὺς Οʹ νενοηκότας ἀπορρητότερον ᾐνίχθαι· ὁ μέντοι γε Ἀκύλας καὶ αὐτὸς ἐμφαίνων μέγα τί ἀνδραγάθημα κατὰ τὸ πάθος γεγονὸς τοῦ Σωτῆρος ἐξέδωκεν εἰπὼν, τῶι νικοποιῶι νεανιότητος τοῦ υἱοῦ. Μελώδημα τοῦ ∆αυίδ. Καὶ ὅλα δὲ τὰ ῥητὰ 76 τοῦ ψαλμοῦ τίς ἐπιτηρήσας ἐφαρμόσειεν ἂν τῷ Χριστῷ, πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζοντος, καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ προφητεύοντος, ἐν τῷ, ἐλέησόν με, κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου· ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· ποίας δὲ Σιὼν μικρῷ πρόσθεν ἡμῖν δεδήλωται· καὶ περὶ τῶν ἐθνῶν δὲ τῶν δι' αὐτοῦ σωθησομένων ὡς περὶ πτωχῶν καὶ πενήτων ἐν αὐτῷ τινὰ προφητεύεται, ἐν οἷς ἐστὶν καὶ τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον,