1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

42

συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης ἐν ὄρθρῳ· δύναται καὶ περὶ τοῦ Ἡρώδου 113 προθεσπίζεσθαι τὸ, κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ' αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Εἰ δ' ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι· διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ' Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ' ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὼβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι 114 γεγενημένος μορφὴν δούλου εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην, ὑμᾶς δὲ τοὺς πρὸς οὓς ὁ λόγος σὺν καὶ τῇ βασιλείᾳ ὑμῶν ὀλέθρῳ καὶ ἀπωλείᾳ παραδώσω. Ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δ' ὅπως ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη τε καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τῶν Ἰουδαίων βασιλεία, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν. Ψ. Ἀπὸ τοῦ αὐτοῦ Ὠσηέ. ΙΒʹ. Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραίμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοι ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. Ὀπίσω Κυρίου πορεύσομαι. Ὁ αὐτὸς εἰπὼν, διότι Θεὸς ἐγώ εἰμι, ἐπιφέρει λέγων, Ὀπίσω Κυρίου πορεύσομαι. Τίς δ' ἂν ἄλλος εἴη Θεὸς ὀπίσω Κυρίου πορευόμενος, ἢ ὁ τοῦ Θεοῦ Λόγος τῷ τοῦ Πατρὸς ἑπόμενος βουλήματι; Ὃς καὶ διδάσκει μὴ δοκεῖν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ψιλόν τινα ἄνδρα τῶν πάλαι δικαίων καὶ ἁγίων τινὶ παραπλήσιον γεγονέναι. Φησὶ δὲ μὴ εἰσελεύσεσθαι εἰς πόλιν, δηλῶν τὸ μὴ κοινῇ καὶ ἀνθρωπίνῃ κεχρῆσθαι πολιτείᾳ, ὅπερ ποιεῖν καὶ τοὺς μαθητὰς αὐτοῦ παιδεύει λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. 115 Ψ. Τοῦ Ἰωὴλ σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ Ἀμῶς. ΙΓʹ. Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα· καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου· ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία. Ψ. Τοῦ αὐτοῦ. Ι∆ʹ. Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. ∆ιότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Καὶ διὰ