1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

112

παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς· τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε προϋπῆρχεν τῆς ἐνανθρωπήσεως, καὶ ὡς ἐνανθρωπήσας ταῦτα πάσχειν ἤμελλεν ἃ καὶ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τίς γὰρ ἂν ἄλλος εἴη ὁ φάσκων, μὴ οὐκ ἰσχύει ἡ χείρ 214 μου, καὶ τὰ ἑξῆς ἕως τοῦ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ, ἢ ὁ τοῦ Θεοῦ Λόγος; Αὐτὸς δὴ οὖν τὰ τηλικαῦτα εἰπὼν, ἐπιφέρει λέγων, Κύριός μοι δίδωσι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· καὶ αὖθις ἐπάγεινετὰ τὰ λοιπὰ φάσκων, Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου τέθεικα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, καὶ τὰ μέχρι τοῦ, ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με. ∆υνάμει γάρ τοι πεπονθέναι φαμὲν τὸν Λόγον, συμπάσχοντα δὲ ὃν ἀνείληφεν ἀνθρώπῳ. Οὐκ οἴδαμεν οὖν εἰ ἕξει τίς περὶ τῆς προκειμένης προφητείας ἀποδοῦναι λόγον, μὴ προσιέμενος τὸ εἶναι τινὰ δευτέραν ὑπόστασιν τοῦ Θεοῦ Λόγου μετὰ τὴν πρώτην καὶ ἀγένητον τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων· ἡμεῖς γε μὴν ὀρθῶς πεπεισμένοι τοῦτον ὑπάρχειν δηλαδὴ τὸν Θεὸν Λόγον ἡγούμεθα, τὸν καὶ ἐνταῦθα φάσκοντα μετὰ τῶν ἄλλων τὸ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ἐπιφέροντα ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τὸ, Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Τίνι δ' ἂν ἄλλῳ παρὰ τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν πρέποι λέγειν καὶ τὸ, τίς ὁ κρινόμενος μοι ἀντιστήτω μοι· ἢ περὶ τίνος λέγοιτ' ἂν τὰ ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ, ἢ περὶ μόνου τοῦ Χριστοῦ, τοῦ κατὰ τὰς γραφὰς αἰσχύνης καταφρονήσαντος, κενώσαντός τε ἑαυτὸν καὶ μέχρι μαστίγων ταπεινώσαντος, ὅτε κατὰ τὴν προκειμένην περὶ αὐτοῦ προφητείαν φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν σταυρωθῆναι, τότε δὲ καὶ ῥαπίσματα 215 καὶ ἐμπτυσμοὺς ὑπέμενεν, ὅτε ἐπὶ τοῖς λόγοις αὐτοῦ περιρρηξάμενος ὁ ἀρχιερεὺς, ἀπεφήνατο βεβλασφημηκέναι αὐτόν· τότε γὰρ ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφιζον αὐτὸν, οἱ δὲ ἐρράπισαν αὐτὸν λέγοντες, προφήτευσον ἡμῖν Χριστὲ τίς ἐστιν ὁ παίσας σε; Ἔοικε δὲ τὰ μὲν κατὰ τὴν ἀρχὴν τοῦ κεφαλαίου περὶ τῆς τῶν Ἰουδαίων λέγεσθαι συναγωγῆς· ἰδοὺ γὰρ, φησὶν, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Ἦλθεν γὰρ ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, καὶ οὐχ εὗρε τινὰ ἐν αὐτοῖς ἄνθρωπον, ἀλλὰ καὶ πρώτους μὲν αὐτοὺς ἐκάλεσεν· οὐκ ἦν δ' ὁ λαὸς ὑπακούων. ∆ι' ὃ φησὶν, δι' ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων· τὰ δ' ἐπὶ τέλει τῆς περικοπῆς ἀκολούθως μετὰ τὴν ἐκείνων ἀποβολὴν ἐπὶ τὴν ἐξ ἐθνῶν ἀναφέρεται κλῆσιν· ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ἐπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Ἡμεῖς γὰρ ἀληθῶς ἦμεν οἱ πορευόμενοι ἐν σκότει· καὶ οὐκ ἦν ἡμῖν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν φῶς, ἀλλὰ νῦν διὰ τὴν τοῦ Θεοῦ χάριν πεποίθαμεν ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἐπιστηριζόμεθα ἐπὶ τῷ Θεῷ· τοῖς δὲ μὴ πιστεύσασιν εἰς τὸν Χριστὸν, οἷς καὶ ἀνωτέρω εἴρητο τὸ, ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς φάγεται ὑμᾶς, ἐπιφέρει ὁ λόγος φάσκων, ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς καὶ τὸ, δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐκ προσώπου λέλεκται τοῦ Χριστοῦ ἐπονειδίζοντος αὐτοῖς καὶ ἀπελέγχοντος τὴν εἰς αὐτὸν γεγενημένην τοῦ Ἰουδαίων λαοῦ παρανομίαν. 216 Ψ. Κʹ. Τάδε λέγει Κύριος· ∆ι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι