1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

30

οὔτε ἡ σὰρξ αὐτοῦ ἴδεν διαφθοράν· τοῦ δὴ Πέτρου τοίνυν ἀποδεδωκότος εἰς τὸν Σωτῆρα τὴν τῆς προφητείας ἑρμηνείαν, παρέσται τῷ μὴ πάρεργον τὴν τούτων ἔρευναν ποιουμένῳ, ἤτοι ἐπ' αὐτῷ πᾶσαν τὴν ἐν τῷ Ψαλμῷ λέξιν ἀκολούθως ἐφαρμόζειν οἷς καὶ ὁ Πέτρος ἐξείληφεν, ἢ τοῖς ὑφ' ἑτέρων εἰς τὸν Ψαλμὸν ὑπομνηματισθεῖσιν ἐντυχεῖν· ἡμῖν γὰρ ὁ σκοπὸς οὐδέν τι πλεῖον τῶν εἰρημένων λέγειν εἰς τοὺς τόπους ἐπιτρέπει. Ψ. Ψαλμοῦ ιʹ. Κεφάλαιον Ηʹ. Καὶ τὸ λεγόμενον ἐν ἑκκαιδεκάτῳ Ψαλμῷ, ἐδοκίμασας τὴν καρδίαν μου, ἐπισκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὡς ἀπὸ Χριστοῦ φωνῆς τυγχάνον ἐσημειωσάμεθα, ἐπεὶ μὴ ἄλλως ἀνθρωπείᾳ φύσει τοῦτο φάσκειν ἁρμόττει· καὶ πάντες δὲ οἱ ἐν τῷ ψαλμῷ λόγοι τῷ ἐνορῶντι ἀκριβῶς αὐτοὺς ἐπὶ τὸν Σωτῆρα ἀναφέρεσθαι δύνανται. Ψ. Ψαλμοῦ ιζʹ. -Θʹ. Ἐπεὶ καὶ τὸν ἕπτα καὶ δέκατον Ψαλμὸν οὐκ ἐξ ἄλλου τινὸς λέγεσθαι νομιοῦσιν οἱ ἐκ περιτομῆς ἢ τοῦ ∆αυὶδ, διὰ τὸ καὶ τὴν ἐπιγραφὴν αὐτοῦ τοῦτο δοκεῖν ἐμφαίνειν, θλίψομεν αὐτοὺς οὐ δυναμένους σώζειν ἐπ' αὐτοῦ τὸ, Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύ 80 σαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν. Ποίων γὰρ ἐθνῶν εἰς κεφαλὴν καταστάντα τὸν ∆αυὶδ ἔχοιεν παραστῆσαι, ἢ ποῖος οὗτος λαὸς, ὃν οὐκ ἐγνώκει μὲν αὐτὸς πρότερον, ὅμως δὲ ἐδούλευσεν αὐτῷ εἰς ἀκουὴν ὠτίου ὑπακούσας αὐτῷ· τίνες δὲ καὶ οἱ ψευσάμενοι αὐτῷ υἱοὶ ἀλλότριοι λεγόμενοι, καὶ οἱ παλαιωθέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν; Ἀλλ' ἡμῖν οὐδ' ὅλως τί τῶν ἐν τῷ ψαλμῷ λεγομένων προσκόψει ἐκ προσώπου τοῦ Χριστοῦ, τοῦ κατασταθέντος εἰς κεφαλὴν τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτην ἐκλαμβάνουσι τὴν προφητείαν θεωροῦσί τε αὐτὴν ἐναργῶς πεπληρωμένην· ἦμεν γὰρ, ἦμεν ἀληθῶς ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, καὶ διὰ τοῦτο μὴ ἄξιοι τῆς τοῦ λόγου τοῦ Θεοῦ γνώσεως· ἀλλὰ νῦν γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ, ἡμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθημεν ἐγγὺς, καὶ ἐδουλεύσαμεν τῷ πάλαι μὴ γνόντι ἡμᾶς, καὶ εἰς ἀκοὴν ὠτίου ὑπηκούσαμεν αὐτῷ, παραδεξάμενοι τὸν τῆς καινῆς διαθήκης αὐτοῦ λόγον, ὃν διέθετο πρὸς ἡμᾶς. Θαυμασίως δὲ μετὰ τὸ λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, καὶ τὴν περὶ ἡμῶν κλῆσιν τὰ περὶ τῆς προτέρας συναγωγῆς ἐκτίθεται διὰ τοῦ, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, ἰσοδυναμοῦν τῷ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· οὗτοι δὲ καὶ ἐπαλαιώθησαν χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν, καὶ μὴ παραδεξάμενοι τὸν Χριστὸν τοῦ Θεοῦ· ὃς ἀποδοκιμασθεὶς ὑπ' αὐτῶν κατεστάθη ὑπὸ τοῦ Πατρὸς εἰς κεφαλὴν τῶν δουλευσάντων, καὶ εἰς ἀκοὴν ὠτίου ὑπακουσάντων αὐτῷ 81 ἐθνῶν, κατὰ τὴν ἑτέρωθι φάσκουσαν προφητείαν, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Οἶμαι δὲ καὶ τὰ περὶ τῆς θεότητος καὶ τῆς εἰς ἀνθρώπους καταβάσεως αὐτοῦ ἐν τοῖς πρώτοις δηλοῦσθαι τοῦ Ψαλμοῦ· ἅπερ οὐ τῆς ἐν παρέργῳ καὶ παραδρομῇ δέοιτ' ἂν ἐξηγήσεως ἀπορρητότερον εἰρημένα, οἷα ἐστὶν ἀπὸ τοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ Χερουβὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων· καὶ ὅσα τούτοις παραπλησίως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρεται. Ψ. Ψαλμοῦ ιηʹ. -Ιʹ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ζητοῦμεν τίνων εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ τὰ ῥήματα ἕως τῶν περάτων τῆς οἰκουμένης, ὡς μὴ καταλελεῖφθαι λόγους παρά τισι καὶ λαλιὰς παρ' οἷς οὐκ ἠκούσθησαν καὶ αἱ τούτων φωναί· ἀλλ' οὐκ ἂν ἔχοι τίς ἑτέρους ἐπιδεῖξαι τῶν ἱερῶν ἀποστόλων, εἰς οὓς ἡ προφητεία πεπλήρωται διαβοήτου τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας αὐτῶν εἰς πᾶσαν τὴν ὑπ' οὐρανὸν γενομένης, ὅτε ἐνεπιδημοῦντες τῷ βίῳ μετὰ τῆς